Ancient Greek · ~5 min
Page 80
Joannes Philoponus Phil., De opificio mundi 80
Not analysed yet
τοῖς ἀνθρώποις συνέστησε τῶν κατὰ θείαν ἐπίπνοιαν ὑπ' αὐτοῦ λεχθήσεσθαι μελλόντων περὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ πῶς ἕκαστον τῶν αὐτοῦ μερῶν ὑπέστησεν ὁ θεὸς καὶ τῶν ἐξ ἐκείνου μέχρι τῆς αὐτοῦ τελευτῆς γενομένων καὶ τῶν μετ' ἐκείνην ἐσομένων, καὶ περὶ αὐτῆς τῆς ἐνσάρκου ἐπιφανείας τοῦ θεοῦ λόγου καὶ σωτῆρος ἁπάντων Ἰησοῦ Χριστοῦ· ‘εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ’ φησὶν ὁ κύριος ‘ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε’. Σκοπεῖν δὲ τοῦτο καὶ ἄλλως ἀξιῶ· πάντων τῶν πάλαι φυσικῶν φιλοσόφων μέχρις αὐτοῦ Πλάτωνος ἀρχὴν τοῦ εἶναι τῷ κόσμῳ δεδωκότων κἀμοῦ τοῦτο κατ' ἐμὴν δείξαντος δύναμιν, ἀνάγκη πᾶσα κατά τινα τάξιν καὶ ἀκολουθίαν τῶν ὄντων ἕκαστον τὴν ἀρχὴν ὑποστῆσαι τὸν θεόν· ἀγνώστου τοίνυν ἅπασιν ὑπάρχοντος, καθ' ὃν τρόπον τὴν ἀρχὴν ὑπέστησεν ὁ θεὸς ἅπαντα, καὶ ποίαν τῇ γενέσει τῶν μερῶν τοῦ κόσμου παρέσχε τάξιν καὶ πότε τούτῳ δέδωκε τὴν ἀρχήν, μόνου ἦν ταῦτα ἐκκαλύπτειν ἀνθρώποις αὐτοῦ τοῦ δημιουργήσαντος αὐτὰ θεοῦ, ἅπερ Μωϋσῆς θείας ἐπιπνοίας ἀξιωθεὶς διηγήσατο, τῆς φυσικῆς τῶν ὄντων θέσεώς τε καὶ τάξεως παρεξελθὼν οὐδέν, ὡς οἱ μετ' ἐκεῖνον τὰ τῆς κοσμογονίας παρ' Ἕλλησι μυθολογήσαντες τῶν φυσικῶν ὤφλησαν γέλωτα, Δημόκριτος μὲν ἀρχὰς τῶν ὄντων ἀτόμους ἀπείρους καὶ ἀριθμῷ καὶ σχήμασιν ὑποθέμενος καὶ πρὸς τούτοις κενὸν ἄπει-