Ancient Greek
Page 81
Joannes Philoponus Phil., De opificio mundi 81
Not analysed yet
ρον, ἐν ᾧ καὶ κόσμους ὑποστῆναι ἀπείρους. Ἀναξαγόρας δὲ τὰς ὁμοιομερείας· πάντα γὰρ εἶναι ἐν πᾶσιν, ὀνομάζεσθαι δὲ ἕκαστον ἐκ τοῦ πλεονάζοντος· οἷον ἐν τῇ τυχούσῃ σαρκὶ πᾶν ἁπλοῦν σῶμα καὶ σύνθετον ἅπαν καὶ ἐν ὀστῷ πάλιν ὁμοίως καὶ ἐν χρυσῷ καὶ ἐν χαλκῷ καὶ ἐν πυρὶ καὶ ἐν ὕδατι καὶ ἅπαξ ἁπλῶς ἐν ἑκάστῳ καὶ τῷ σμικροτάτῳ τῶν ὄντων ἅπαντα· ἔκκρισιν ἑκάστου μόνον, οὐδενὸς δὲ γένεσιν εἶναι, ὡς ἐπὶ σωροῦ πανσπερμίας, οὗ τὸ πλέον ἐστὶ κριθή, εἰ [δὲ] διακρίνειέ τις ἐξ αὐτοῦ σῖτον, λέγεται μὲν ἀπὸ κριθῆς γεγονέναι σῖτος, τοῦτο δὲ οὐκ ἔστι γένεσις ἀληθῶς, ἀλλὰ μόνον διάκρισις τῶν σπερμάτων, οὐδ' αὐτὴ καθαρά. Ἐμπεδοκλῆς τε δύο κόσμων εἰς ἀλλήλους μεταβολήν φησι γίνεσθαι, τοῦ σφαίρου μὲν εἰς τουτονὶ τὸν ὁρώμενον, τοῦ νείκους ἐπικρατοῦντος νῦν· ‘ὡς καὶ ἐγώ’ φησί ‘δεῦρ' εἰμι φυγὰς θεόθεν καὶ ἀλήτης νείκεϊ μαινομένῳ πίσυνος’ τῶν δὲ ἐν τούτῳ πάλιν ποτὲ συναιρουμένων ἁπάντων εἰς μίαν καὶ μονοειδῆ τοῦ σφαίρου φύσιν. ἐπειδὰν ἡ φιλία τοῦ νείκους ἐπικρατήσειεν, καὶ ἄλλοι δὲ πλεῖστοι τοιαῦτα πεφυσιολογήκασιν οὐ πολὺ τῶν ποιητικῶν λειπόμενα μύθων καὶ ὑπὸ τῶν μετ' αὐτοὺς