Ancient Greek · ~5 min
Page 82
Joannes Philoponus Phil., De opificio mundi 82
Not analysed yet
κατεγνωσμένα, παρ' οἷς μνήμη θεοῦ γέγονεν ὡς αἰτίου τῶν ὄντων οὐδεμία. Ἀρχὴν οὖν τοῦ εἶναι τοῦ κόσμου λαβόντος μόνος γέγονε Μωϋσῆς ἀξιόχρεως ὑποφήτης θεοῦ, τὸν κόσμον ὡς γέγονε τὴν ἀρχὴν σαφῶς διηγήσασθαι καὶ ἕτερος μετ' αὐτὸν οὐδείς. ὁ οὖν τῆς τάξεως καὶ ὅπως ἕκαστον γέγονε τῶν μερῶν τοῦ κόσμου λόγον αἰτῶν καὶ τῶν ὑπὸ τοῦ προφήτου γενομένων τεραστίων αἰτείτω λόγον· τούτοις δὲ πιστεύων μηδὲ τῶν λοιπῶν ἄπιστον ἡγείσθω μηδέν. Ἀριστοτέλης δὲ καινὴν ἐξεῦρεν ὁδόν, πρῶτος τῶν φυσικῶν ἄναρχον εἶναι τὸν κόσμον καὶ ἀγένητον ὑποθέμενος. ‘Καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους’. ΑΚΥΛΑΣ καὶ διεχώρισεν ὁ θεὸς μεταξὺ τοῦ φωτὸς καὶ μεταξὺ τοῦ σκότους. ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ διεχώρισεν ‘διέστειλεν’ ἔφη. ιδʹ. Ὅτι τρισὶ τρόποις διεχωρίσθησαν ἀπ' ἀλλήλων τὸ φῶς καὶ τὸ σκότος. Ἐπανάληψίς ἐστι τὸ ἀνὰ μέσον δὶς εἰρημένον, ἵν' ᾖ οὕτως· καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ τοῦ σκότους. εἰ γὰρ ἑκάτερον κατ' ἰδίαν ἀκούσωμεν· καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτός, καὶ πάλιν· καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ σκότους, ἑκάτερον ἀνάγκη τέμνειν κατὰ μέσον καὶ διαχωρίζειν