Ancient Greek · ~5 min
Page 83
Joannes Philoponus Phil., De opificio mundi 83
Not analysed yet
ἀπ' ἀλλήλων αὐτοῦ τὰ ἡμίτομα. ἀλλ' ὅλον τὸ φῶς τῆς ἡμέρας ἑαυτῷ συνεχές ἐστι καὶ τὸ τῆς νυκτὸς ὁμοίως σκότος· τί οὖν ἐστι τό· ‘διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ τοῦ σκότους;’ Τριχῶς ἀλλήλων αὐτὰ διέκρινεν, ἄμικτόν τε καὶ ἀκοινώνητον αὐτῶν τὴν φύσιν ποιήσας· τά τε γὰρ ἐναντία διακεκριμένας ἔχει τὰς οὐσίας, καὶ αἱ στερήσεις πάλιν ἀσύμβατοί εἰσι ταῖς ἕξεσιν· ἀλλ' οὐδέ ἐστί τι τούτων ἕτερον μεταξύ. ἦν γὰρ ἂν ἐκεῖνο οὔτε φῶς οὔτε σκότος. ἀλλὰ τὸ πέρας τοῦ φωτὸς ἀρχή ἐστι τοῦ σκότους καὶ τοὔμπαλιν τὸ πέρας τοῦ σκότους ἀρχή ἐστι τοῦ φωτός. ἀλλὰ καὶ τοῖς τόποις αὐτὰ διέκρινεν· ἅμα μὲν γὰρ αὐτὰ ἐν τῷ αὐτῷ εἶναι τόπῳ ἀδύνατον, ἀντιπαραχωροῦσι δὲ τούτου ἀλλήλοις. ὅτε γὰρ ὑπὲρ γῆν ἐστιν ὁ ἥλιος φωτίζων τὰ πρὸς ἡμᾶς, ὑπὸ γῆν ἐστιν ὁ σκότος· καὶ ἔμπαλιν, ὅτε ὑπὸ γῆν ἐκεῖνος, ὁ σκότος τὸν ὑπὲρ γῆν ἀέρα κατέχει. καὶ τοῖς χρόνοις δὲ πάλιν διεκρίθησαν. ἐν αἷς γάρ ἐστι δώδεκα ὥραις τὸ φῶς παρ' ἡμῖν, ἐν ταύταις οὐδέποτέ ἐστι τὸ σκότος, καὶ ἐν αἷς δώδεκα ὥραις τὸ σκότος ἐστίν, οὐδέποτε τὸ φῶς ἐν ταύταις γίνεται. τοὺς μὲν οὖν τόπους ἀντιπαραχωροῦσι πάντως ἀλλήλοις, τοὺς δὲ χρόνους οὐκέτι κατὰ μίαν καὶ τὴν αὐτὴν οἴκησιν. οὕτως οὖν αὐτὰ διεχώρισεν ὁ θεός. ‘Καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα’.