Ancient Greek · ~5 min
Page 84
Joannes Philoponus Phil., De opificio mundi 84
Not analysed yet
ιεʹ. Ὅτι καὶ τοῖς θείοις πάλιν λογίοις Θεόδωρος ἀντιφθέγγεται καὶ Μανιχαϊκῶς τὸ σκότος οὐσίαν εἶναι λέγει. καὶ Θεοδώρητος μετὰ πάντων αὐτῷ τἀναντία φρονεῖ τε καὶ ἀποδείκνυσι. Τούτοις Θεόδωρος ἀντιφθέγγεται λέγων οὕτως· ‘εὔδηλον γὰρ ὅτι οὔτε τὸ φῶς αὐτὸς ὠνομάσθαι ἡμέραν λέγει οὔτε τὸ σκότος νύκτα. σκότος τε γὰρ ἡ τοῦ σκότους οὐσία καλεῖται καὶ φῶς ἡ τοῦ φωτός· ἡμέραν δὲ καὶ νύκτα οὐ τὰς οὐσίας, ἀλλὰ τοὺς καιροὺς ὀνομάζειν εἴωθεν, <ἐν> οἷς ἐπικρατεῖν πέφυκεν ἐκεῖνα. ὅταν γὰρ εἴπῃ· ‘ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν’ οὐ φωτὶ ἐρεύγεσθαι ῥῆμα πρὸς ἕτερον φῶς—τὸ γὰρ αὐτὸ φῶς ἐν πάσαις ἐστὶ φαῖνον ταῖς ἡμέραις—ἀλλ' οὐδὲ νύκτα νυκτί· οὐ γὰρ ἕτερον καὶ ἕτερον σκότος ἐν διαφόροις γίνεται νυξίν, ἐπειδὴ αἱ ἡμέραι καὶ νύκτες, τοὐτέστι τὰ τῶν ἡμερῶν καὶ νυκτῶν διαστήματα, ἀλλάττεται πάντοτε’. Μωϋσεῖ, μᾶλλον δὲ τῷ θείῳ πνεύματι πολεμεῖς, ἄνθρωπε· τὸ μὲν γάρ φησι· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα’· σὺ δὲ φής· ‘οὔτε τὸ φῶς αὐτὸς ὠνομάσθαι ἡμέραν λέγει οὔτε τὸ σκότος νύκτα’· καὶ τίς τὰ σὰ ῥήματα τῶν τοῦ ἁγίου πνεύματος ἀνταλλάξεται μὴ τῶν φρενῶν ἔξω γενόμενος; ποία δὲ τὸ σκότος οὐσία ἐστίν, τὸ μόνον στερήσει φωτὸς παρυφιστάμενον, καθὰ προλαβὼν ἔδειξα; εἰ γὰρ