Ancient Greek · ~5 min
Page 85
Joannes Philoponus Phil., De opificio mundi 85
Not analysed yet
ἐν σταθερᾷ μεσημβρίᾳ—φησὶν ὁ τὰ θεῖά τε καὶ τὰ ἀνθρώπινα σοφὸς Βασίλειος—στεγανὴν σεαυτῷ περιπῆξας σκηνήν, μηδεμίαν εἴσοδον καταλιπὼν τῷ φωτί, οὐχὶ σκότος μεταξὺ ταύτης βαθὺ γενήσεται καὶ σχεδὸν οἷον τοῖς Αἰγυπτίοις τὸ ψηλαφητὸν ἐκεῖνο γέγονεν; ποία οὖν οὐσία τοῦτο τὸ σκότος ἐστίν, εἰπέ μοι, ἢ τίς ὁ δημιουργήσας αὐτὸ τὸ μόνῃ τῇ ἀντιφράξει τοῦ φωτὸς παρυφιστάμενον; ἀγνοεῖς, ἄνθρωπε, τὴν πονηρὰν τῶν Μανιχαίων εἰσάγων ἀρχήν, ἣν ἐκεῖνοι καλοῦσι σκότος, οὐσίαν ἀντίπαλον τῷ θείῳ καὶ πολέμιον· ‘ὁ γὰρ θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία’ καί ‘ἐν τῷ φωτί σου ὀψόμεθα φῶς’ καί ‘φῶς οἰκῶν ἀπρόσιτον’. Καὶ τί μοι λόγων πλειόνων; Θεοδώρητος ὁ τῶν σῶν ἐν πολλοῖς ὑπεραγωνισάμενος λόγων, λίαν ἐν τούτῳ σου, καὶ γὰρ ἐν πολλοῖς ἑτέροις, κατηγορεῖ λέγων οὕτως· ‘ὅτι μὲν οὖν [τὸ] ἀναγκαῖον <τὸ> σκότος, ἀκριβῶς μεμαθήκαμεν· ὅτι δὲ οὐκ οὐσία τίς ἐστιν ἀλλὰ πρᾶγμα συμβεβηκὸς καταμαθεῖν εὐπετές· οὐρανοῦ γὰρ καὶ γῆς ἐστιν ἀποσκίασμα. διά τοι τοῦτο φροῦδον γίνεται τοῦ φωτὸς ἀνίσχοντος· τὸ δὲ φῶς οὐσία ἐστὶ καὶ ὑφέστηκεν· διὸ καὶ δυόμενον ἀνίσχει καὶ ἀπιὸν ἐπανέρχεται· ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον οὐσία τίς ἐστιν, ἡ δὲ διὰ τούτου ἀποτελουμένη σκιὰ συμβεβηκός ἐστιν, οὐκ οὐσία, οὕτως οὐρανὸς καὶ γῆ—τὰ μέγιστα σώματα—οὐσίαι εἰσὶν διάφοροι, ἡ δὲ ἐκ τούτων ἀποτελουμένη σκιά, τοῦ φωτὸς