Ancient Greek · ~5 min
Page 86
Joannes Philoponus Phil., De opificio mundi 86
Not analysed yet
οὐ παρόντος, ὀνομάζεται σκότος· εἰσελθὸν δὲ τὸ φῶς ἀφανίζει τὸ σκότος. τοῦτο δὲ γνοίη τις ἂν καὶ ἑτέρωθεν· οἶκος γὰρ οὐκ ἔχων φωταγωγοὺς σκότους ἐστὶν ἀνάπλεως, εἰσκομισθείσης δὲ λαμπάδος φωτίζεται, οὐ τοῦ σκότους ἄλλοσε μεταβαίνοντος—οὐ γὰρ ὑφέστηκεν, ἀνυπόστατον δὲ χρῆμά ἐστιν—ἀλλὰ πάμπαν διολλυμένου τῇ τοῦ φωτὸς παρουσίᾳ· σκιὰ γάρ ἐστι διὰ τῆς ὀροφῆς καὶ τοῦ ἐδάφους καὶ τῶν τοίχων συνισταμένη, εἶτα ταῖς τοῦ φωτὸς διαλυομένη μαρμαρυγαῖς· τοῦτο καθ' ἑκάστην ἡμέραν ὁρῶμεν ἐπιτελούμενον· ὑποχωροῦντος γὰρ τοῦ φωτὸς οὐρανοῦ καὶ γῆς ἡ σκιὰ τὸ σκότος ἀποτελεῖ, ἀνίσχοντος δὲ πάλιν διαλύεται τοῦτο. οὐ τοίνυν ἀγένητος οὐσία τὸ σκότος, οὔτε μὴν γενητή τις ὑπόστασις, ἀλλ' ἐκ τῶν γενητῶν συνισταμένη χρῆσις ἀναγκαία’. Ταῦτα μὲν οὖν Θεοδώρητος ἐν συντάγματι, ἐν ᾧ λύει τὰ ἐν τῇ παλαιᾷ διηπορημένα γραφῇ· ὁ δὲ Θεόδωρος καὶ τοῖς θεοπνεύστοις πολεμεῖ λογίοις καὶ μαχομένους αὐτῷ τοὺς ὁμόφρονας ἔχει μάλιστα. πῶς οὖν οὐχὶ μετὰ πολλῶν ἄλλων αὐτοῦ καὶ τοῦτο φευκτέον; ιϛʹ. Ὅτι οὐκ ἔστιν οὐσία τὸ σκότος ἀλλὰ στέρησις καὶ μόνη φωτός, καὶ ὡς οὐδὲ ἓν καὶ τὸ αὐτὸ κατ' ἀριθμὸν ἐστὶν ἀεί, οὐδὲ τὸ ἐν τῷ ἀέρι γινόμενον φῶς, [οὐδὲ τὸ σκότος] ἀλλ' ἑκάτερον ἄλλο τε ἄλλο κατ' ἀριθμὸν γίνεταί τε καὶ φθείρεται. Κἀκεῖνο δὲ τῶν Θεοδώρου σκοπεῖν ἄξιον· ‘οὐχ ἕτε-