Ancient Greek · ~6 min
Page 87
Joannes Philoponus Phil., De opificio mundi 87
Not analysed yet
ρον’ φησί ‘καὶ ἕτερον σκότος ἐν διαφόροις γίνεται νυξίν’ ἀκόλουθον καὶ τοῦτο τῷ οὐσίαν εἶναι τὸ σκότος ὑποτιθεμένῳ. τί οὖν λεγέτω τις τῶν ἀγωνιζομένων ὑπὲρ αὐτοῦ ἐν τοῖς προκειμένοις ὑποδείγμασι; τῶν ἔξωθεν τῆς σκηνῆς ἢ τοῦ οἴκου πεφωτισμένων ἁπάντων, ἔνδον δὲ μόνον τοῦ σκότους ὄντος, εἰ ἀνοιχθείη μέρος τι τῶν περιεχόντων καὶ τὸ φῶς εἰσελθὸν ἀφανίσαι τὸ σκότος, ποῦ γέγονεν ἡ οὐσία τοῦ σκότους; εἰ δὲ πάλιν φράξειε τὴν δίοδον τοῦ φωτὸς καὶ πάλιν ὁ ἐντὸς ἀὴρ ἀφώτιστος γένοιτο, καὶ αὖθις ἀνοίξειε καὶ φωτισθείη, ποῦ καὶ τὸ δεύτερον οἴχεται σκότος; τὸ αὐτὸ δὲ τοῦτο καὶ πολλάκις ποιεῖν δυνατὸν καὶ ὁσάκις ἂν θέλοιμεν. τίς οὖν ὁ τὸ σκότος ἓν καὶ τὸ αὐτὸ τῷ ἀριθμῷ κατὰ Θεόδωρον ὑπάρχον εἰσάγων τε καὶ ἐξάγων, ὁσάκις ἂν ἡμεῖς ἐθέλοιμεν; οὔτε γὰρ ἔνδον μένειν δύναται, φωτὸς ὄντος, οὔτε ἔξω τοῦ οἴκου γενέσθαι, παντὸς τοῦ περιέχοντος ἔξωθεν ἀέρος τὸν οἶκον πεφωτισμένου· ἅμα γὰρ ἐν τῷ αὐτῷ τόπῳ φῶς καὶ σκότος εἶναι ἀδύνατον. Δῆλον οὖν ὡς καθ' ἑκάστην εἴσοδον τοῦ φωτὸς ἡ ἔνδον ὑπὸ τῶν παχυτέρων σωμάτων γενομένη σκιὰ λύεται παντελῶς εἰς τὸ μὴ ὄν. καὶ πάλιν τῆς ἀντιφράξεως γενομένης ἑτέρα γίνεται, ὥσπερ καὶ ἐπὶ τῶν ἡμετέρων ἐν φωτὶ σωμάτων· οὐ γὰρ ἡ χθὲς ἐξ ἐμοῦ γενομένη σκιὰ τῇ σήμερόν ἐστιν ἡ αὐτή, οὐδὲ ἡ τοῦ παιδὸς ἡ αὐτὴ τῷ ἀνδρωθέντι, ὥστε οὐδὲ ἡ ὑπὸ τῆς γῆς γιγνομένη σκιά, τοῦ ἡλίου ὑπ' αὐτὴν ὄντος τὴν γῆν, ἡ αὐτή ἐστιν τῇ σήμερον ἡ τῇ αὔριον. ἀλλὰ