Ancient Greek
Page 88
Joannes Philoponus Phil., De opificio mundi 88
Not analysed yet
τὸ ἑκάστης νυκτὸς σκότος ἕτερόν ἐστι τῷ ἀριθμῷ παρὰ τὰς ἄλλας ἁπάσας νύκτας· καὶ τῷ μήκει γὰρ τοῦ διαστήματος ποτὲ μὲν μεῖζον, ποτὲ δὲ ἔλαττον τῷ χρόνῳ γίνεται. Καὶ γὰρ ἄλλως, εἰ ὁπωσοῦν κατανοεῖν τὴν φύσιν τῶν πραγμάτων ἠδύνατο Θεόδωρος, ἐγίγνωσκεν ἄν, ὡς οὐδὲ πάντα τὰ ἐν τῷ κόσμῳ διαφανῆ σκιάζεται πάντως, ἀλλ' ἐκεῖνα μόνα, οἷς ἡ γῆ ἀντιφράττει. ὅσα δὲ τῆς ἀπὸ γῆς συνισταμένης σκιᾶς ἔξω πίπτει, ἀεὶ τὰς αὐγὰς τοῦ ἡλίου δεχόμενα, σκότους παντελῶς ἐστιν ἐλεύθερα, διότι μηδὲ ἡ ἀπὸ τῆς γῆς σκιὰ τούτων ἅπτεται. Οὐ μόνον δὲ τὸ σκότος, ἀλλὰ καὶ τὸ φῶς τὸ αὐτὸ ἐν πάσαις εἶναί φησι ταῖς ἡμέραις Θεόδωρος. ποῖον οὖν λέγει φῶς; εἰ μὲν οὖν τὸ ἐν τῷ ἡλίῳ ποιητικὸν τοῦ ἐν τῷ ἀέρι φωτὸς ὑπάρχον, ἀληθές· εἷς γάρ ἐστιν ἀεὶ καὶ ὁ αὐτὸς ἥλιος ἀνίσχων τε καὶ δυόμενος· εἰ δὲ τὸ ἐν τοῖς διαφανέσιν ἐξ αὐτοῦ γινόμενον, καὶ λίαν ψευδές· φθαρτὸν γάρ ἐστι τοῦτο τὸ φῶς· νέφους γοῦν ὑποδραμόντος τὸν ἥλιον φθείρεται καὶ ἐν αὐταῖς τοῦ ἡλίου ταῖς ἐκλείψεσι. Καὶ τοῦτο δεδείχαμεν ἐν τῷ πρώτῳ τῶν εἰς τὰ Πρόκλου γραφέντων ἡμῖν, ἐξ ὧν μαθεῖν ἔξεστιν τοὺς βουλομένους. οὔτε ἄρα τὸ σκότος, οὔτε τὸ ἐν τῷ ἀέρι φῶς ἓν καὶ τὸ αὐτὸ ἐστίν, ἐν πάσαις μὲν ταῖς ἡμέραις τὸ φῶς, ἐν πάσαις δὲ ταῖς νυξὶ τὸ σκότος, ἀλλ' ἐν ἑκάστῃ ἡμέρᾳ φῶς, ἐν ἑκάστῃ δὲ νυκτὶ σκότος ἕτερον ἀριθμῷ γίνεται.