Ancient Greek · ~6 min
Page 89
Joannes Philoponus Phil., De opificio mundi 89
Not analysed yet
ιζʹ. Ὅτι ἀληθεύει Μωϋσῆς νύκτα μὲν εἶναι τὸ ὑπὸ γῆν ὄντος τοῦ ἡλίου σκότος, ἡμέραν δὲ τὸ ὑπὲρ γῆν ὄντος φῶς, ὅπερ ἀναιρεῖ Θεόδωρος, καὶ ὡς οὐχ αἱ αὐταὶ παρὰ πᾶσιν ἀνατολαί εἰσι καὶ δύσεις. Ἐπειδὴ δὲ καὶ τοῖς Μωϋσέως πάλιν ἀντιφθεγγόμενος ῥήμασι μήτε τὸ φῶς ἡμέραν καλέσαι φησὶ τὸν θεὸν μήτε τὸ σκότος νύκτα, τοὺς καιροὺς δὲ οὕτως ὀνομάζειν, ἐν οἷς ἐπικρατεῖν ἐκεῖνα πέφυκεν, εἰ καιροὺς λέγει τὰς τοῦ ἡλίου περιόδους, καθ' ἃς τὴν νύκτα διανύει καὶ τὴν ἡμέραν—τίνας γὰρ ἂν ἑτέρους; —ἀλλ' ἴστω ὡς οὐχ ἡ αὐτὴ παρὰ πᾶσιν οὔτε ἡμέρα ἐστὶν ἀπαραλλάκτως, οὔτε νύξ· ἡ γὰρ παρ' ἡμῖν τρίτη φέρε τῆς ἡμέρας ὥρα παρ' Ἰνδοῖς μὲν ἕκτη τυχὸν οὖσα τυγχάνει, τοῖς δὲ περὶ τὸν δυτικὸν ὠκεανὸν πρώτη φέρε, εἰ οὕτω τύχοι, καὶ ἄλλως παρ' ἄλλοις· οὔτε γὰρ παρὰ πᾶσιν αἱ αὐταί εἰσιν ἀνατολαὶ καὶ δύσεις, ὡς ἐκ τῶν ἐκλείψεων ἡλίου τε καὶ σελήνης ὑπάρχει δῆλον, οὐ κατὰ τὴν αὐτὴν φαινομένων παρὰ πᾶσιν ὥραν. καὶ τοῦτο δεικνύειν οὐ χαλεπόν, εἰ μὴ τῶν προκειμένων παρειλκόμην οὐκ ἀναγκαίως. Εἰ δὲ τοῦτο ἀληθές, ὥσπερ οὖν ἐστὶν ἀληθές, οὐδ' ἄρα τοὺς καιρούς, ἐν οἷς ποτὲ μὲν τὸ φῶς, ποτὲ δὲ τὸ σκότος ἐπικρατεῖ, νύκτα καὶ ἡμέραν ἐκάλεσεν ὁ θεός· οὐ συμφωνεῖ γὰρ τοῦτο τοῖς πράγμασιν, ἀλλ' ὡς τὸ λόγιον εἴρηκε, τὸ φῶς μέν, ἐν οἷς ἂν γένοιτο τόποις, ἡμέραν, τὸ δὲ σκότος, ὅπερ ὑπὸ γῆν τοῦ φω-