Ancient Greek · ~5 min
Page 90
Joannes Philoponus Phil., De opificio mundi 90
Not analysed yet
τὸς γιγνομένου συμβαίνει, νύκτα καλεῖ. καὶ τῶν πραγμάτων καὶ τῶν θείων λόγων ἀγνὼς ὁ τούτοις μαχόμενος ἐφάνη. ‘Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία’. ιηʹ. Ὅτι τὸ πρὸ τοῦ φωτὸς σκότος οὐκ εἰς νύκτα λελόγισται, ἀκαρὲς γὰρ ὑπέστη· ἀλλὰ τὸ μετὰ τὴν τοῦ φωτὸς δύσιν, ὥστε προηγεῖσθαι τῆς νυκτὸς τὴν ἡμέραν. Τὸ κατ' ἀρχὴν σκότος, περὶ οὗ εἶπε· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου’, καὶ τὸ μετ' ἐκεῖνο γενόμενον φῶς μίαν ἡμέραν εἰρῆσθαί φησι Θεόδωρος, τὴν μὲν ἑσπέραν, ἥτις ἐστὶν ἀρχὴ νυκτός, ἀντὶ τοῦ προγενομένου σκότους λαβών, τὸ δὲ πρωΐ, ἥτις ἐστὶν ἀρχὴ τῆς ἡμέρας, ἀντὶ τοῦ ἤδη προδιηνυσμένου φωτός, ἐπ' ἀληθείας καὶ τὴν τῶν πραγμάτων καὶ τὴν τῶν ὀνομάτων φύσιν ἀντιστρέφων. κατὰ γὰρ τὴν ἔννοιαν ταύτην, εἰ τὸ πρὸ τοῦ φωτὸς σκότος ἀντὶ νυκτὸς ἔλαβε, καὶ τὸ φῶς ἀντὶ ἡμέρας, εἶπεν ἄν· ‘καὶ ἐγένετο σκότος καὶ ἐγένετο φῶς, ἡμέρα μία’· καὶ οὕτω σαφὴς ἦν ἔνδειξις τοῦ βούλεσθαι προτετάχθαι τῆς ἡμέρας τὴν νύκτα, ἵνα καὶ ἐν τοῖς ἑξῆς ἀεὶ προλαμβάνοιτο τῆς ἡμέρας ἡ νύξ. ᾧ λοιπὸν ἀκόλουθον ἦν νυχθήμερον τὴν ὅλην ὀνομάζειν περιφοράν, ὡς Θεόδωρος βούλεται, καὶ οὐχ ἡμερονύκτιον, ὡς ἡ τῶν πραγμάτων ἔχει φύσις. Τὴν πλάνην δὲ ταύτην βεβαιῶν ἐπικρατῆσαί φησι