Ancient Greek
Page 91
Joannes Philoponus Phil., De opificio mundi 91
Not analysed yet
τὸ πρὸ τοῦ γενέσθαι τὸ φῶς σκότος τοσοῦτον χρόνου μῆκος, ὅσον ἐπέχει μῆκος ἡ νύξ. ὁρισάτω οὖν καὶ ποίας νυκτὸς ἰσόμηκες ἦν τὸ σκότος ἐκεῖνο, πότερον ἰσημερινῆς ἢ θερινῆς ἢ χειμερινῆς. ἐσχεδίασται οὖν ἀγράφως αὐτῷ τὸ διάστημα τοῦ σκότους, πρὶν τὸν θεὸν εἰπεῖν· ‘γενηθήτω φῶς’· ὅπερ ἄτοπον, τοῦ κόσμου παντὸς τὸ σκότος ἐπικρατεῖν τοσοῦτον χρόνου μῆκος δι' ἕτερον οὐδέν, ἢ ἵνα νυκτὸς ποιήσῃ διάστημα, μηδὲν τότε λυσιτελοῦν τῷ παντί. καίτοι γε οὐδὲ νυκτὸς ἐπεῖχε τάξιν ἐκεῖνο τὸ σκότος· οὐδεμία γὰρ νὺξ ὅλον σκοτάζει τὸν κόσμον, μέρος δὲ τούτου καὶ μόνον, τοῦ πλείστου καταυγαζομένου φωτί· ὁμολογούμενον ἄρα τῆς ὑποθέσεως τὸ ψεῦδος. ἅμα γὰρ τῷ οὐρανὸν γενέσθαι καὶ γῆν, ἀφωτίστου τοῦ ἀέρος παντὸς ἐξ ἀνάγκης ὄντος διὰ τὸ μὴ συνυποστῆναι τῷ οὐρανῷ τὸ φῶς καὶ μηδενὸς μεταξὺ γενομένου διαλείμματος—οὐδὲν γὰρ τοιοῦτο Μωϋσεῖ παντελῶς εἴρηται, οὐδὲ ὁ λόγος τοῦτο βούλεται—εὐθέως τὸ θεῖον ἐπηκολούθησε πρόσταγμα· ‘καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω φῶς’ καὶ ἐγένετο φῶς’, ὥστε σχεδὸν ἐν μόνῳ τῷ ἀκαριαίῳ νῦν προϋποστῆναι τοῦ φωτὸς τὸ σκότος. Δῆλον δὲ κἀντεῦθεν, ὅτι μετὰ τὸ γενέσθαι τὸ φῶς τότε ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα, προτάξας τῆς νυκτὸς τὴν ἡμέραν εὐλόγως, ὡς τοῦ σκότους ἅμα τῷ γενέσθαι τὸ φῶς διαλελυμένου τῶν διαφανῶν, ἐν οἷς ὑπέστη τὸ φῶς, καὶ οὐκέτι ὄντος. ὥστε τῷ μετὰ τὸ φῶς ἐπιγενησομένῳ σκότῳ τῇ ὑποχωρήσει τοῦ φωτὸς ἐτέθη τοὔνομα τῆς