Ancient Greek
2.406.2
Joannes Stobaeus Anthologus, Anthologium 2.406.2
Unproofread scanNot analysed yet
Τινὲς δὲ τῶν φυσικῶν σύνοδον τῶν ἐναντίων συνυ-φαίνουσι, οἷον θερμοῦ καὶ ,ξηροῦ καὶ ὑγροῦ. Καὶ γὰρ τὸ ζῆν ἀπὸ τοῦ ἀναζεῖν ὑπὸ τοῦ θερμοῦ καὶ τὴν ψυχὴν ἀπὸ τοῦ ἀναψύχεσθαι ὑπὸ τοῦ ψυχροῦ ἀνο-μάσθαι ἀποφαίνονται, καὶ ἅμα ἐπ’ ἀμφοτέρων [ἡ] τὸν ἀναπνεόμενον ἀέρα ψυχὴν νομίζουσιν· ὥσπερ Ἀριστοτέλης (de anima I 5 p. 410ᵇ 27 sq.) μὲν ἐν τοῖς Ὀρφικοῖς ἐπεσὶ φησι λέγεσθαι τὴν ψυχὴν εἰσιέναι ἐκ τοῦ ὅλου ἀναπνε-όντων ἡμῶν φερομένην ὑπὸ τῶν ἀνέμων· ἔοικέ γε μὴν αὐτὸς ὁ Ὀρφεύς χωρὶς ὑπολαμβάνειν εἶναι καὶ μίαν τὴν ψυχὴν, ἀφ’ ἧς πολλάς μὲν εἶναι διαιρέσεις, πολλάς δὲ καὶ ἀμέσους ἐπιπνοίας καθῆκειν ἐπὶ τὰς μεριστὰς ψυχὰς ἀπὸ τῆς ὅλης ψυχῆς.