Ancient Greek
3.98.2
Joannes Stobaeus Anthologus, Anthologium 3.98.2
Unproofread scanNot analysed yet
ἢν φίλος ἐστὶ τῶν πέλας, τῶν περὶ ψυχὴν ἀποφαίνουσιν ἀγαθῶν. 11d Εἶναι δὲ καὶ ἕτερον τρόπον κοινὰ τὰ ἀγαθά. Πάντα γὰρ τὸν ὀντινοῦν ὠφελούντα ἴσην ὠφέλειαν ἀπολαμβάνειν νομίζουσι παρ’ αὐτὸ τοῦτο, μηδένα δὲ φαῦλον μήτε ὠφελεῖσθαι μήτε ὠφελεῖν. Εἶναι γὰρ τὸ ὠφελεῖν ἴσχειν κατ’ ἀρετὴν καὶ τὸ ὠφελεῖσθαι κινεῖσθαι κατ’ ἀρετὴν.