Ancient Greek
5.85.7
Joannes Stobaeus Anthologus, Anthologium 5.85.7
Unproofread scanNot analysed yet
Ἰθι δή μοι, ἔφηρ ἐγώ, νῦν ἤδη ὡςπερ ὁ διὰ πάντων κριτῆς ἐποφαίνεται, καὶ σὺ οὖτω, τίς πρῶτος κατὰ τὴν σὴν δόξαν εὐδαιμονία καὶ τίς δεύτερος, καὶ τοὺς ἄλλους ἕξης πέντε ὄντας κρίνε, βασιλικόν, τιμοκρατικόν, ὀλιγαρχικόν, δημοκρατικόν, τυραννικόν. Ἄλλὰ ῥαδία, ἔφη, κρίσις. καθάπερ γὰρ εἰσῆλθον ἔγωγε ὡσπερ χοροὺς κρίνω ἀρετῇ καὶ κακία καὶ εὐδαιμονία καὶ τῷ ἐναντίῳ. Μισθωσώμεθα οὖν κῆρυκα, ἧν δ' ἐγώ, ἢ αὐτὸς ἀνειπῶ, ὅτι ὁ Ἀρίστωνος υἱὸς τὸν ἀριστὸν τε καὶ δικαιότατον εὐδαιμονέστατον ἔκρινε, τοῦτον <δ'> εἶναι τὸν βασιλικώτατον καὶ βασιλεύοντα αὐτοῦ, τὸν δὲ κάκιστον τε καὶ ἀδικώτατον [καὶ] ἀθλιώτατον· τοῦτον δ' αὐ τυγχάνειν ὄντα ὅς ἂν τυραννικώτατος ὢν ἑαυτοῦ τε ὁ τι μάλιστα τυραννῇ καὶ τῆς πόλεως;