Ancient Greek
115.1 to 115.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 115.1-4
Unproofread scanNot analysed yet
σθαι ταῖς Πατρικαῖς φωναῖς τὴν ἡμετέραν ὑπόληψιν ἡμεῖς δὲ σύν Θεῷ τῇ ἀκολουθίας ἐχόμεθα. Τῷ ἀναψάσσει ἡμᾶς καὶ λούσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν [ἡμῶν] ἐν τῷ αἵματι αὐτοῦ· καὶ ἐποίησεν ἡμᾶς βασιλείας, καὶ ἱερεῖς τῷ Θεῷ καὶ Πατρὶ αὐτοῦ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Touτo, φησιν, ἡ δόξα πρέπει τῷ δι' ἀγάπην τῶν δεσμῶν τοῦ θανάτου ἡμᾶς λύσαντι, καὶ [ἐκ] τῶν τῆς ἁμαρτίας κηλίδων λούσαντι τῇ ἐκχύσει τοῦ ζωοποιοῦ αἵματος αὐτοῦ καὶ ὑδατος· καὶ ποιήσαντι ἡμᾶς βασιλείων ἱεράτευμα· ἀντὶ ἀλόγων θυσίων θυσίαν ζῶσαν τὴν λογικὴν λατρείαν. [τῷ Πατρὶ] προσφέροντας. Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν· καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ' αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ναί, ἀμήν.