Ancient Greek
223.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 223.3
Unproofread scanNot analysed yet
Καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐντεῦθεν ξύ-λον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα [ἕνα] ἕκαστον ἀποδιδούς τὸν καρπὸν αὐτοῦ. Ὁ δὲ ποταμὸς οὗτος, φησὶ, ποιεῖ τοὺς παραπε-φυτευμένους αὐτῷ ἁγίους, ξύλον ζωῆς τροπικῶς ὀνομασμένους, κατὰ μεταχὴν καὶ μίμησιν τοῦ τῆς ζωῆς ξύλου [Χριστοῦ]. Δώδεκα δὲ καρποὺς βλα-στάνοντας· τοιούστιν ἀδιάλειπτον τὴν τῶν καρπῶν βλαστάνοντας ἐκφυσιν. Οὐ γὰρ ἀμαρτίας ἔσται χει-μῶν ἔχει, φύλλων μόνην ἀναγκάζειν πέσειν τὰ τῆς ζωῆς δένδρα, καθὼς ὁρῶμεν σήμερον· ἀλλὰ πλη-ρέστατος ἔσται ὁ τῆς καρποφορίας τῶν ἁγίων αἰών· ὡς [εἰκὼς] ἐντεῦθα δωδεκάμηρος προσηγόρευται, διὰ τε τοῦ παρ ἡμῖν ἐνιαυτοῦ τὴν συνήθειαν, διὰ τε τῶν ἰδ' ἀποστόλων τὸ χῆρυγμα. Δυνατὸν δὲ καὶ ἐκτέρος ἄπαν τὸ παρὸν χωρίον ἐρμηνευθῆναι. Διὰ μὲν τοῦ ποταμοῦ, ὡς εἴρηται, τὰ τοῦ ζωοποιοῦ [καὶ παναγίου] Πνεύματος χαρίσματα· ἄπερ διὰ τοῦ θρόνου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, δηλαδὴ τῶν χερου-βικῶν τάξεων, οἱς ὁ θεὸς ἐνθρονίζεται, εἰς τὴν πλα-τείαν τῆς πόλεως, τοιούτῃ τὴν πολυάνθρωπον τῶν ἁγίων πληθύν, ἐξεῖσιν· ὡς ἐν πρώτοις εἰς δεύ-τερα μετοχετευόμενα, κατὰ τὴν εὐκόσμον τῶν οὐρα-νίων ἱεραρχιῶν διάταξιν. Ξύλον δὲ, [τῆς] ζωῆς τὸν Χριστὸν σημαίνειν, ἐν [τῷ] Πνεύματι τῷ ἁγίῳ καὶ περὶ τὸ Πνεῦμα νοούμενον. Ἐν αὐτῷ γὰρ τὸ Πνεῦμα, καὶ [αὐτὸ] ἐν Πνεύματι προσχυνεῖται, καὶ χορηγὸς ἐστι [τοῦ] Πνεύματος· καὶ διὰ τούτου οἱ ἰδ' καρποὶ τοῦ ἀποστολικοῦ χοροῦ, ἀνέκλειπτον [τῶν] τῆς θεογνωσίας καρπὸν ἡμῖν δωρούμενοι· δι' ὧν ὁ ἐνιαυτὸς Κυρίου δεχθῆ, καὶ ἡ ἡμέρα τῆς ἀναπα-ύσεως· ἡ τῷ προφήτῃ προκηρυχθεῖσα, προκατα-γέλλεται.