Ancient Greek
38.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 38.5
Unproofread scanNot analysed yet
Τὸν Σισάρα πάλιν βασιλέα τῶν Χαναναίων κρατοῦντα τοῦ λαοῦ διὰ τὸ δυσσεβεῖν, Δεβόρα τις γυνή, στείλασα τὸν Βαράκ, τὸν ἐκ φυλῆς Νεφθαλεὶμ, τοῦτον κατεπολέμησε, καὶ τετρακισχιλίους μὲν αὐτοῦ στρατιώτας ἀναιρεῖ, αὐτὸν δὲ τὸν Σισάρα μόνον ἀποδράντα τοῦ πολέμου, Ἰαζὴλ τις μαινουμένη γυνὴ φεύγοντα πρὸς τὴν ἑαυτῆς οἰκίαν, ὡς εἰς καταφυγὴν προσχαιμένη, ποτίζει γάλακτι διψῶντα, καὶ κατακοιμίζει τρὸς τῷ ἐδάφει. Ἀποκαθευδόντα δὲ αὐτὸν, πάσσαλον διὰ τοῦ κράνους περάσασα, διαχρᾶται ζητοῦντι δὲ αὐτὸν καταλαβεῖν τῷ Βαράκ, δείκνυσιν Ἰαζὴλ ἐν τῇ γῇ καταπεπασμένον.