Ancient Greek
Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου
Julian the Emperor, Epistulae 1-41
Not analysed yet
Ἡ μὲν παροιμία φησίν ἐμοὶ διηγοῦ σὺ τοὐμὸν ὄναρ, ἐγὼ δ’ ἔοικα σοὶ τὸ σὸν ὕπαρ ἀφηγεῖσθαι. πολύς, φασίν, ὁ Νεῖλος ἀρθεὶς μετέωρος τοῖς πήχεσιν ἐπλήρωσε πᾶσαν τὴν Αἴγυπτον· εἰ δὲ καὶ τὸν ἀριθμὸν ἀκοῦσαι ποθεῖς, εἰς τὴν εἰκάδα τοῦ Σεπτεμβρίου τρὶς πέντε. μηνύει δὲ ταῦτα Θεόφιλος ὁ στρατοπεδάρχης. εἰ τοίνυν ἠγνόησας αὐτό, παρ’ ἡμῶν ἀκούων εὐφραίνου.