Ancient Greek · ~2 min
Section 9
Lesbonax (Rhetorician), Προτρεπτικὸς Β̄ 9
Not analysed yet
μάχεϲθε δὲ ἀνδράϲιν ὑβριϲταῖϲ καὶ ἀνοϲίοιϲ, οἳ τὴν μὲν ϲφετέραν αὐτῶν, ἐν ᾗ ἐγένοντο, ἀπώλεϲαν καὶ ἐξέλιπον, ἢ θεοῖϲ ἔχθραν θέντεϲ ἢ κακοί τε καὶ ἀνάλκιδεϲ ὄντεϲ, ἐπὶ δὲ τὴν ὑμετέραν ἔρχονται ἐξ ἀλλοτρίαϲ ὁρμώμενοι οὔτε ἀπὸ τῆϲ ϲφετέραϲ ἑϲτίαϲ ἕκαϲτοϲ αὐτῶν οὔτ’ ἀπὸ τῶν ἄλλων πατρῴων θεῶν, ἀπὸ Ἐριννύων δὲ καὶ ἀπὸ ἀπάτηϲ δαιμόνων ἐλαυνόμενοι ἥκουϲι δίκην δώϲοντεϲ. οὐ γὰρ οὔτε πλείουϲ ὑμῶν εἰϲιν οὔτε εὐοπλότεροι· οὐδὲ ὑμῶν δειλίαν καταγνόντεϲ ἔρχονται οὕτω θραϲεῖϲ διὰ τῆϲ ὑμετέραϲ, ἀλλὰ θεῶν τιϲ ἄγει αὐτοὺϲ δώϲονταϲ δίκαϲ μιαρῶν τε καὶ ἀνοϲίων ἔργων.