Ancient Greek · ~1 min
Section 8
Lesbonax (Rhetorician), Προτρεπτικὸς Β̄ 8
Not analysed yet
ἐνθυμήθητε δὲ ὅτι ὑμεῖϲ μὲν ἐκ τῆϲ ὑμετέραϲ αὐτῶν ὁρμώμενοι ἀγωνιεῖϲθε, ἀπὸ ἑϲτίαϲ πατρῴαϲ ἕκαϲτοϲ καὶ θεῶν τῶν ἄλλων κατὰ πόλιν, οὐ τῶν κτιϲάντων φονέεϲ γενόμενοι, ἀλλὰ τοκέων τυχόντεϲ, τοῖϲ ὑμετέροιϲ θεοῖϲ εὐξάμενοι περὶ τῶν αὐτῶν, ὥϲτε καὶ τὴν δίκην τὴν παρὰ θεῶν καὶ δαιμόνων μεγάλην ϲύμμαχον ἔχειν.