Ancient Greek · ~2 min
Chapter 100
Libanius, Declamatio I 100
Not analysed yet
οὗτος τοίνυν ὁ τῇ πόλει πατρῷος ἅπαντας τοὺς ἄλλους ὑπερβὰς τὸν νυνὶ κρινόμενον ἀνεῖπε σοφώτατον, οὐ τὴν ὑπὸ τῶν πολλῶν θαυμαζομένην, πολλοὺς γὰρ πρὸ τοῦδε ταύτην προσ- εῖπεν, ἀλλ’ ἧς ἐστι τὸ περὶ τὴν ἀλήθειαν καὶ τὴν ταύτης ζήτησιν διατρίβειν. καὶ γέγονεν ἀπ’ ἐκείνης τῆς ἡμέρας ὁ Σωκράτης] ζηλωτός, ὧς οὐχ ἕτερος, μεῖζον μὲν οὐ φρονήσας ἢ πρόσθεν οὐδὲ φυσηθεὶς ὑπὸ τῆς μαρτυρίας, τῶν δ’ αὖ φθονούντων εἰκόντων αὐτῷ τῆς ἐφ’ ἑκάστου γνώσεως.