Ancient Greek · ~1 min
Chapter 99
Libanius, Declamatio I 99
Not analysed yet
φέρε γάρ, ἐπὶ τίνα τῶν θεῶν ἐν τοῖς ἀδήλοις καταφεύγομεν καὶ παρὰ τοῦ τἀληθὲς ὑπὲρ ἑκάστου μανθάνομεν; οὐκ ἐπὶ τὸν τὰ μέσα τῆς γῆς ἐπὶ μαντείαις κατέχοντα, τὸν Ἀπόλλω τὸν Πύθιον, οὗ τοῖς χρησμοῖς ἀκολουθοῦντες τὰ μέ- γιστα τῶν ἔργων ἐπράξαμεν;