Ancient Greek · ~3 min
Chapter 101
Libanius, Declamatio I 101
Not analysed yet
ἐν οὖν τοῖς πρὸς τοὺς νέους λόγοις τί ἂν ἔδει Πινδάρου καὶ Σιμωνίδου καὶ ποιητῶν μετὰ τὰς ἐκ Δελφῶν φωνάς; ὥσπερ ἄν τις ἔχων μάρτυρας τοὺς δικαστὰς τοῦτ’ ἀφεὶς ἀνθρώπῳ καπήλῳ προσέχειν ἀξιοίη πᾶν ἀργυ- ρίου ποιήσοντι. ἐνῆν τοίνυν τῷ Σωκράτει παρακαλοῦντι πρὸς τὰ χείρω τοῖς οὐκ ἐνδιδοῦσι λέγειν, ὅτι ταῦθ’ ὑμῖν νομίζετε τὴν Πυθίαν παραινεῖν, ταῦτα τὸν ὑπὸ τῷ Παρνασσῷ μαντευόμενον θεόν. ἐκεῖνός με κέκληκε σοφώτατον. εἰς ἐκεῖ- νον, ἄν τις ἀντιτείνῃ, πλημμελεῖ. τούτων οὐδεὶς οὐδένα ἀκήκοε τῶν λόγων οὐδὲ τολμήσει Ἄνυτος καὶ τοῦτο ψεύσασθαι καίτοι κατατολμῶν τῶν μεγίστην δό- ξαν ἐχόντων ἐπὶ σοφίᾳ. τῷ τοίνυν ἐνταῦθα δόξης ἑστηκότι τί περιόδων ἔδει μέγιστον ἐφόδιον εἰς πειθὼ τὴν ἐπὶ σοφίᾳ φήμην ἔχοντι;