Ancient Greek · ~2 min
Chapter 102
Libanius, Declamatio I 102
Not analysed yet
νέοι δὲ πατέρων τε πρότερον ἄγοντες ἐκεῖνον, ὡς λέγεις, καὶ πρεσβυ- τἐρων ἀδελφῶν ὑπερορῶντες καὶ καθάπερ ὑπὸ γόητος ἑλκόμενοι τοῦ Σωκράτους τί πλέον ἂν ἐζήτησαν τοῦ νεῦσαι τὸν ἄνθρωπον; οὔτ’ οὖν οὗτος ἂν ἔχρῃζε τῶν ποιητῶν εἰς τὸ πείθειν γονεῖς τε ὑβριζόμενοι καὶ ἀδελ- φοὶ καταφρονούμενοι πάντως ἂν ἤλγησαν καὶ παρω- ξύνθησαν καὶ πρὸς δικαστήριον ἧκον καὶ τοὺς μὲν αὑτῶν ἠνάγκασαν σωφρονεῖν ἴ’ τὸν δὲ ἔπαυσαν ἀπολ- λύντα τοὺς νέους.