Ancient Greek · ~3 min
Chapter 108
Libanius, Declamatio I 108
Not analysed yet
ὥστ’ εἰ μὲν ὑπ’ εὐηθείας τοῦτο πέπονθεν ὁ Σωκράτης, πόρρω δήπου κακοτεχνίας καὶ δεινότητος ἂν εἴη καὶ τοῦ ῥᾳδίως ἔχειν ἐξαπατᾶν· εἰ δ’ ἐπὶ πλεῖστον ἥκει σοφίας, πάντως ἂν ἐφυλάξατο τὰ τὸν λόγον αὑτῷ βλάψοντα τῶν παραδειγμάτων καὶ ἢ ταῦτα ἂν ἢ ταῦτα παρέλιπε. τῷ μὲν γὰρ δικαίους βουλομένῳ ποιεῖν οὐκ εἶχε καιρὸν μνησθῆναι τῶν τοὺς οἰκείους ἠπατηκότων, τῷ δὲ ἀδίκους ἄκαιρον ἂν ἦν λέγειν ἃ πολέμιοι πολε- μίους ἔβλαψαν. 109. Ἀλλὰ τί ταῦτα θαυμάζω |ἀφεὶς ἐφ’ ᾳ ἄν τις σχετλιάσειε; διδάσκει γάρ, φησίν, ἐπιορ- κεἰν. ὁ μηδ’ ἐν οἷς εὐορκεῖν μέλλει τοὺς θεοὺς ὀμνύ- ων, ἀλλ’ ἀποχωρῶν εἰς ἕτερ’ ἄττα καὶ συνεθίζων ἐν τοῖς ὅρκοις τοὺς αὑτοῦ μὴ ῥᾳδίως προσιέναι τοῖς ὁνό- μασι τῶν θεῶν; ὥσπερ ἂν εἴ τις τὸν οὐδ’ ἀπὸ γῆς ἰδεῖν τολμῶντα τὴν θάλατταν φάσκοι τοὺς ἄλλους ἀναπείθειν χρῆσθαι τῇ θαλάττῃ καὶ τῷ πλεῖν.