Ancient Greek · ~3 min
Chapter 116
Libanius, Declamatio I 116
Not analysed yet
τί οὖν μαθὼν τὰ μὲν εἰς μέσον ἔφερε, τὰ δὲ ἀπεκρύπτετο; ἣ γὰρ δεδοικὼς κίνδυνον πάντα ἂν ἦγεν εἰς τὸ ἀφανὲς ἤ φιλοκίνδυνος ὢν οὐκ ἔστ’ ἐφ’ ὅτῳ τῶν πάντων ἔδεισεν ἄν. οὐ γὰρ δὴ μείζω γε τῶν ἐν τῷ φανερῷ φήσεις ἕτερα τολμᾶσθαι. τί γὰρ ἂν τοῦ διαφθείρεσθαι τοὺς νέους καὶ καταφρονεῖσθαι τοὺς νόμους καὶ κινεῖσθαι τὴν πολιτείαν δεινότερον γένοιτο; 117. Ὅταν δὲ λέγῃ τοῖς μὲν νέοις αὐτὸν διαλέγε- σθαι, τοῖς πρεσβυτέροις δὲ οὐκ ἐθέλειν, ψεύδεται. καὶ οὕτως ἐστὶν ἀναιδής, ὥστ’ ὁρῶν ἐν ὑμῖν καὶ τοῖς περιεστηκόσιν οὐκ ὀλίγους τῶν χαιρόντων καὶ συνόν- των καὶ χρωμένων καὶ ὧν εἰώθει λέγειν ἀκηκοότων ὅμως φησὶν αὐτὸν φεύγειν μὲν τοὺς ἄνδρας, θηρεύειν δὲ τὴν νεότητα. νομίζει γὰρ ὑμᾶς ὧν αὑτοῖς σύνιστε παρὰ πάντα τὸν χρόνον ἃ νῦν ἀκούετε πιστότερα θή- σεσθαι.