Ancient Greek · ~3 min
Chapter 118
Libanius, Declamatio I 118
Not analysed yet
χωρὶς δὲ τούτων, εἰ μὲν αὑτὸν μὲν δι- δάσκαλον, οἴκημα δέ τι διδασκαλεῖον προσειπὼν ἐνταῦ- θα ἱδρυθεὶς θυρωρὸν ἀποδείξας τοῖς μὲν εἰσιέναι παρίει, τοῖς δὲ μή, μᾶλλον δὲ νόμον ἐτεθείκει νέοις μὲν εἰσελθεῖν εἶναι, πρεσβυτέροις δὲ μή, τάχ’ ἄν τις ὑπώπτευε τὴν συνουσίαν· εἰ δ’ οὔθ’ ὑπέσχετο διδάξειν οὔτε μόνους τοὺς νέους, πανταχοῦ δὲ οὗ τῶν διαλε- ξομένων λάβοιτο, τοῦτ’ ἦν αὐτῷ χωρίον διατριβῆς φάσκοντι μανθάνειν ἐπιθυμεῖν κύκλῳ τε αὐτὸν ὄχλος τῶν βουλομένων περιέρρει, τί δεῖ τοῦτον λέγειν ὧς τοῖς μὲν συνῆν, |τοῖς δὲ οὔ; οὐ γὰρ Σωκράτης τοὺς τῆς ἀκοῆς ἐπιθυμοῦντας ἀπήλαυνεν, ἀλλ’ οἱ μηδὲν δεόμενοι τῶν λόγων οὐ προσῄεσαν Σωκράτει. σὺ δὲ παραπλήσιον ποιεῖς ὥσπερ ἂν εἰ τοῖς ἀνέμοις ἐγκαλοῖς ὑπὲρ τῶν πλεῖν οὐ βουλομένων, ἤ, νὴ Δία γε, ταῖς κρήναις ὑπὲρ τῶν οὐχ ὑδρευομένων.