Ancient Greek · ~2 min
Chapter 119
Libanius, Declamatio I 119
Not analysed yet
εἰ δὲ δεῖ καὶ τὴν αἰτίαν εἰπεῖν, πόθεν νέοι μᾶλλον ἢ πρεσβύ- τεροι μετεῖχον τῶν λόγων, οὐδὲν ἐρῶ ποικίλον, ἀλλ’ ὅ παρὰ τοῖς μουσικὴν καὶ γράμματα καὶ τὰ ἄλλα δι- δάσκουσι πλείους ποιεῖ τοὺς νέους, τοῦτο καὶ παρὰ τῷδε. τί οὖν τοῦτο ἔστι; τὸ τοὺς μὲν ἐν τῇ τῶν μαν- θανόντων ὄντας ἡλικίᾳ τούτῳ μόνῳ προσέχειν τὸν νοῦν τῶν ἄλλων ἀφειμένους, ὑμῖν δέ, ὦ ἄνδρες, οἶμαι μυρίας πανταχόθεν περικεχύσθαι τὰς φροντίδας, γυναῖ- κας, παῖδας, τὴν οἰκίαν, πρεσβείας, δημηγορίας, συλ- λήβδην εἰπεῖν τὴν ὑπὲρ τῶν κοινῶν πρόνοιαν, ἃ καὶ τοῖς σφόδρα βουλομένοις ἐν οἷσπερ οἱ νέοι διατρίβειν ἐμποδὼν ἂν εἴη.