Ancient Greek · ~9 min
Chapter 120
Libanius, Declamatio I 120
Not analysed yet
μὴ δὴ τοῦτο λεγέτω τις, ὧς νέοι Σωκράτει συνῆσαν, ἀλλ’ εἴ τις τῶν πρεσβυτέρων εἴρχθη συνεῖναι βουλόμενος. τὸ μὲν γὰρ ἦν ἂν τοῦ φθονήσαντος ὧν εἶχεν, τὸ δ’, εἴπερ ἦγον σχολήν, ἐκείνων ἤ γε μὴν αἰτία τῶν κεκωλυκότων πραγμάτων. καὶ μὴν τοσοῦτόν γε ἀπεῖχε τοῦ φεύγειν διώκοντας, ὥστ’ ἐνίους φεύγοντας ἐδίωκεν. οὓς δὲ σφῶν αὐτῶν ἀμελοῦντας εὕρισκεν, ἐπαινεῖν μὲν οὐκ εἶχε, μεμφόμε- νος δὲ ἐλύπει. ὥστ’ εἰ πᾶσιν Ἀθηναίοις ἐπῆλθε Σω- κράτει συνημερεύειν ἀνθέλκοντος οὐδενός, ἤκουον ἂν ἅπερ οἱ νέοι. ταῦτα δὲ ἦν μανθάνειν μὲν ἅττα λέγου- σιν οἱ ποιηταί, μιμεῖσθαι δὲ τοὺς κυβερνήτας καὶ τὰ ὕπουλα φυλάττεσθαι τῶν ἐπῶν ὥσπερ ἐκεῖνοι τὰς ὑφά- λους. 121. Ἀλλὰ τί βούλεσθε περὶ τῆς Ἀθηνᾶς, ὦ Ἀθη- ναῖοι, πιστεῦσαι εὐθὺς τοὺς ὑμετέρους υἱεῖς, ὡς ἀν- θρώπου φύσιν ὑποδῦσα τὸν Πάνδαρον ἤγειρε R III 42 συγχέαι τοὺς ὅρκους, καὶ περὶ τῆς Ἥρας ὡς ὑπὸ τοῦ Δῖός ἀγανακτοῦντος κρεμασθείη χοίνικας ἔχουσα, καὶ περὶ τῆς Ἀφροδίτης ὧς νῦν μὲν μαστροπὸς Ἀλεξάν- δρῷ γένοιτο, νῦν δὲ αὐτή τε καὶ Ἄρης ὑπὸ Διομήδους τρωθεῖεν; ἀλλὰ τὴν Ἀπόλλωνος καὶ Ποσειδῶνος θη- τείαν οἴεσθε νέοις λυσιτελεῖν; ἀλλὰ τὸν μικροῦ δεθἐν- τα <Δία> παρὰ τῶν ἐπ’ αὐτὸν συνθεμένων θεῶν; 5 τὴν πάντων θεῶν πρὸς ἀλλήλους μάχην; ἀλλὰ τὸν περὶ τῆς ἐκτομῆς λόγον ἢν ὁ Κρόνος ἐτόλμησεν, ἀλλὰ τὴν δίκην ἣν οὗτος αὐτὸς ἔτισε τὰ ἔσχατα μὲν ἐργα- σάμενος τὸν ἑαυτοῦ πατέρα, τούτων δὲ, οὐ κουφότερα παρὰ τοῦ παιδὸς παθών; 122. Ἄρα διαφθείρει Σωκράτης τοὺς νέους ἣ δια- φθείρεσθαι κωλύει; καίτοι ποῦ καλὸν Ὅμηρον μὲν βλασφημήσαντα περὶ τῶν θεῶν τοσαῦτα τιμῶν τυχεῖν, Σωκράτην δὲ τὰ μὲν ἐπαινοῦντα τῶν ἐκείνου, τὰ δὲ οὐ δυνάμενον ἀποθανεῖν καὶ ταῦτα τοῦ κατηγόρου B σφόδρα κακῶς εἰρηκότος Ὅμηρον, ὧς δέον τοῦ αὐτοῦ τοὺς μὲν ἄλλους δίκην ὑπέχειν, τοῦτον δὲ μηδὲ διδόναι λόγον; 123. Ἵνα τοίνυν μήτ’ αὐτὸς ἀπιστῇ μήθ’ ὑμεῖς, ὧς κακῶς εἴρηκε τὸν Ὅμηρον, ἀναμνήσω τι τῶν αὐτοῦ μικρόν. ὅτε τοίνυν ἔφασκεν Ὀδυσσέα διὰ τὴν ἱεροσυ- λίαν τὰ καὶ τὰ πεπονθέναι, τὰ μὲν ἐν γῇ, τὰ δὲ καὶ ἐν θαλάττῃ, καὶ τὰ μὲν ἐν τῇ κομιδῇ, τὰ δὲ οἴκοι, τότε τούτοις ἅπασι τὸν Ὅμηρον ἤλαυνε. πῶς; ὅτι πᾶς τις ὁμολογήσειεν ἂν ἐγκώμιον ἐκείνῳ τοῦ πολυπλανοῦς ἀνδρὸς τὴν Ὀδύσσειαν πεποιῆσθαι καὶ δεδόσθαι παρ’ Ὁμήρου τούτῳ μόνῳ τοσοῦτον ὁπόσον τοῖς ἄλλοις ἅπασι. τὴν μὲν γὰρ Ἰλιάδα κοινὸν ἔπαινον συγκεῖσθαι, θατέρᾳ δὲ τὸν Ὀδυσσέα τετιμῆσθαι.