Ancient Greek · ~2 min
Chapter 124
Libanius, Declamatio I 124
Not analysed yet
διὰ τοῦτο τὴν Ἀθηνᾶν αὐτοῦ ποιεῖ τῆς σωτηρίας ἐπιμελουμένην καὶ οὐ μόνον τἄλλα συμπράττουσαν, ἀλλὰ καὶ τὸ εἶδος αὐτῷ τρέπουσαν, νῦν μὲν εἰς αἶσχος, νῦν δὲ εἰς κάλλος, I ὧς ἑκατέρου δεήσειεν. ἀλλὰ καὶ τὴν αἰτίαν αὐτῷ τῆς τοῦ Ποσειδῶνος ὀργῆς οὐκ ἐποίησε δικαίαν. ὁ μὲν γὰρ ὑπὲρ τοῦ Κύκλωπος τυφλωθέντος ἤχθετο, ὁ δὲ τὸν Κύκλωπα ἀμυνόμενος ταῦτ’ ἐδεδρά- κει καὶ προσέτι γε σώζων αὑτόν. οὐκοῦν ἐν μὲν οἷς ἐπλανᾶτο ἠδικεῖτο, ἐν οἷς δὲ τοσούτων κακῶν κρείτ- των ἦν ἀρετὴν κεκτημένος ἐδείκνυτο.