Ancient Greek · ~2 min
Chapter 125
Libanius, Declamatio I 125
Not analysed yet
τῷ μὲν οὖν Ὁμήρῳ ποιεῖν ἐπῆλθεν εἰς ἄνδρα θαυμαστὸν ἔπαινον, Ἄνυτος δὲ ὃν ἐκεῖνος τά τε ἄλλα γενναῖον ἡγεῖτο καὶ μόνον ἐπιθεῖναι τῷ μακρῷ πολέμῳ τέλος, πάντων ἀθλιώτατον ἀποφαίνει καὶ τὸν αὐτὸν ἀσεβῆ καὶ κακοδαίμονα. τί οὖν ἄν τις μᾶλλον Ὁμήρου κατη- γορήσειεν ἢ τὸ τὸν κάκιστον τῶν ἐπ’ Ἴλιον στρατευ- σάντων ἐκλεξάμενον περὶ τοῦτον οὕτω πολλὴν εἰσε- νέγκασθαι σπουδήν;