Ancient Greek · ~5 min
Chapter 126
Libanius, Declamatio I 126
Not analysed yet
πότ’ ἔρον οὖν δίκην ὑπὲρ Ὁμήρου λαμβάνειν οὗτός ἐστι δίκαιος ἢ διδόναι μᾶλλον, ὃς τὴν ὑπόθεσιν αὐτῷ καταφέρει πρόρριζον αὐτὸς ὑπὲρ ἐπῶν οὐ πολλῶν ἐγκαλῶν ἑτέροις; εἰ γὰρ ὁ τὴν χεῖρά τῳ λωβησάμενος κολάζοιτ’ ἂν εἰκότως, τόν γε ἀποκτείναντα πῶς ἔνι μὴ μείζω παθεῖν; ἀλλ’ οὔτ’ Ἄνυτος οὔτε Σωκράτης ἀδικοῦσιν, εἴ τι τῶν τοῖς ποιηταῖς εἰρημένων καταμέμφονται. 127. Ἀλλ’ ἀργούς, φησίν, ἐποίει Σωκράτης. τίνα τρόπον; εἶπε τὸ καθῆσθαι ποιοῦντα μηδὲν τοῦ μετιέναι τὰς ἐργασίας ποτὲ βέλτιον καὶ συνεβούλευσε τοῖς μὲν χειροτέχναις ἀποστῆναι τῶν τεχνῶν, τοῖς γεωργοῖς δὲ μισῆσαι τὴν γῆν, τοῖς ἐμπόροις δὲ ἐκλι- πεῖν τὴν θάλασσαν, τοῖς δὲ ναύταις καθεύδειν, τοῖς δὲ ναυκλήροις μὴ κατασκευάζειν τὰ πλοῖα, πᾶσι δὲ ἀπλῶς πάσης ἀφεμένοις πράξεως εἰς τὸν οὐρανὸν φἐ- πειν ὡς ἐκεῖθεν ἀφιξομένης τροφῆς; εἷς ἐξ ἀπάντων Ἀθηναίων I παρελθὼν μαρτυρησάτω καὶ σιω- R III 44 πήσομαι. εἰ δὲ τὸ μὲν ἀργεῖν οὐκ ἐπῄνει, τὸ δὲ τῇ κτήσει τῶν χρημάτων ἢ τῇ τῆς ψυχῆς ἀρετῇ πλείω νέμειν τὴν σπουδὴν ἡγεῖτο τῶν ἀτόπων λέγων τιμιώ- τατον μὲν ἀνθρώπῳ τὴν ψυχὴν εἶναι, δεύτερον δὲ τὸ σῶμα, τρίτον δὲ τὰ χρήματα, πῶς ταῦτα πείθοντος ἦν ἀργεῖν;