Ancient Greek · ~2 min
Chapter 128
Libanius, Declamatio I 128
Not analysed yet
ὃς τὸ μὲν ἔργῳ τῳ προσέχειν οὐκ ἐκάλει κακίαν, ἠξίου δὲ μὴ τὰ τῇ φύσει δεύτερα πρὸ τῶν ἀμεινόνων ἄγειν. ἐπειδὴ γὰρ ἐώρα πολλοὺς τοὺς μὲν N υἱεῖς ἐν ἴσῳ τοῖς ἀνδραπόδοις τρέφοντας καὶ οὔτε τὴν ψυχὴν παιδεύοντας οὔτε τὸ σῶμα γυμνάζοντας, παντα- χόθεν δὲ πλοῦτον ἀγείροντας ὡς μιᾶς οὔσης εἰς εὐδαι- μονίαν ἀφορμῆς, ἴνα παιδεύσειε κακῶς φρονοῦντας, ἐπετίμα καὶ μεθίστη καὶ μετεπαίδευε παραινῶν μὴ τὰ προσήκοντα περὶ ταῦτα ἀγνοεῖν μηδ’ ἃ μὲν πλείστην ἀπαιτεῖ πρόνοιαν, περὶ ταῦτα ῥᾳθύμως ἔχειν, ἃ δ’ ἐλάττονός ἐστι λόγου, περὶ ταῦτα πονεῖν. τοῦτο δὲ ἦν εὐπορεῖν τε τοὺς αὐτοὺς βουλομένου καὶ νοῦν ἔχειν.