Ancient Greek · ~4 min
Chapter 129
Libanius, Declamatio I 129
Not analysed yet
χωρὶς δὲ τούτων, εἰ μὲν οἷς ἀπὸ τῶν χειρῶν ὁ βίος, τούτους ἀφεῖλκεν ὅθεν ἔζων, ὥστ’ ἀνάγκην εἶναι προσαιτεῖν, τάχ’ ἂν ἠδίκει· εἰ δ’ οἷς οἰκέται πολλοί, καὶ σὺ δὲ τοῦτο ὡμολόγηκας, Ἄνυτε, πλησιάζειν Σω- κράτει λέγων οὐ τοὺς ταπεινοτάτους, πῶς ἄσπορον ἐποίει τὴν χώραν καὶ τὴν γῆν ἀπεστέρει γεωργῶν, εἰ τοῖς τοὺς ἀγροὺς κεκτημένοις καὶ τὰς περιουσίας πρὸς τῷ τῆς ψυχῆς φροντίζειν καὶ τῆς γῆς ὑπῆρχεν ἐπιμε- λεῖσθαι: 130. Τοὺς μὲν οὖν ἄλλους οὐκ ἀπέτρεπεν ἔργων, αὐτῷ δὲ οὔτε χωρίον ἦν παρὰ τοῦ πατρὸς οὔτε ναῦς τό τε ἀργύριον ὅπερ ἦν, ὡς ἴφην, ἀπολώλει |καὶ προσῆν τὸ ῥᾷστα φέρειν πενίαν. οὔκουν οὐδεὶς ἀνθρώ- πων, ὡς οὗτος, ἐκράτησε λιμοῦ. ὥστ’ εἰ κατὰ τὴν Σω- κράτους φύσιν οἷόν τε ἦν συστῆναι στρατόπεδον, οὐκ ἂν ἦν ἕτερον ἀληπτότερον. ποῖον μὲν γὰρ οὐ δίψος, ποῖον δὲ οὐ θάλπος τοῖς τοιούτοις ἄλυπον: τί δ’ ἂν ἄνυδρον χωρίον οὐχ ὡς ἔν τι τῶν καταρρύτων διῆλ- θον;