Ancient Greek · ~4 min
Chapter 131
Libanius, Declamatio I 131
Not analysed yet
τῆς ἀργίας Σωκράτους εἰλήφατε πεῖραν, ὦ Ἀθηναῖοι, τοῦτο μὲν ἐπὶ Δηλίῳ, τοῦτο δ’ αὖ ἐν Ἀμ- φιπόλει, ὅτε δὴ τῇ πρὸς ἅπαντα καρτερίᾳ τοὺς στρα- τιώτας πρὸς αὑτὸν ἐπέστρεφεν ὁμοίως νύκτωρ καὶ μεθ’ ἡμέραν. ἐῴκει γὰρ σιδηρῷ τινι. τοσοῦτον κατεγέλα τοῦ περὶ Θρᾴκην χειμῶνος. καίτοι τῇ μὲν ἀργίᾳ τὴν μαλα- κίαν, τῇ μαλακίᾳ δὲ τὸ μηδὲν τῶν τοιούτων φέρειν ἀκολουθεῖν ἀνάγκη. ὁ δὲ τῆς τῶν ὡρῶν ὑπερβολῆς κρείττων ἦν. καὶ τῇ περὶ τὸ Δήλιον τύχῃ φεύγων μετὰ τῶν ἄλλων μόνος ἦν τοῖς πολεμίοις κἀν τῇ φυγῇ φοβερός. οὕτως ὑπὸ τῆς ἀργίας τό τε σῶμα καὶ τὴν ψυχὴν διέφθαρτο. 132. Ἔοικε δὲ Ἄνυτος ἐνεργοὺς νομίζειν τοὺς συκο- φάντας μόνους, τοὺς δὲ παιδείᾳ προσέχοντας καὶ τὴν αὑτῶν διάνοιαν ἐκκαθαίροντας οὐδὲν ἔργον πράττειν. καὶ τοὺς μὲν ἀθλητὰς οὐ κακίζει, καίτοι τί τῆς ἰσχύος αὐτῶν εἰς ἕτερον ἂν διαβαίη; τοὺς δὲ ἀντὶ τῶν σω- μάτων τὰς ψυχὰς ἀσκοῦντας, ὧν κἂν ἄλλος ἀπολαύ- σειεν, ἀχρήστους ἀποκαλεῖ. καὶ οὐ νομίζει ὡς μέγι- ’στὸν ἔργον, εἰ διὰ |τὰς παρὰ Σωκράτους μέμψεις οἱ τὰ κοινὰ πράττοντες φροντίζοιεν ἀρετῆς.