Ancient Greek · ~4 min
Chapter 147
Libanius, Declamatio I 147
Not analysed yet
εἶτα τῶν ἐν τοῖς δικαστηρίοις κινδύνων ἐξελη- λεγμένων καὶ τῆς κακίας τολμᾶν ἐπισταμένης, εἰ μὴ Σωκράτης ἀπὸ τῶν ἐν Λυκείῳ λόγων ἅπαντας ἀπλοῦς ἐποίησεν εἶναι, ἀδικεῖ; καὶ τοὺς μὲν οἰκέτας, ἐφ’ οὓς οὐδὲν δεῖ δικαστηρίου καὶ γραφῆς, ἀλλ’ ἐξουσία τοῖς δεσπόταις μύλωνος, πεδῶν, μαστίγων, στίξαι, στρεβλῶ σαι, τούτους μέν, ἂν ὦσι πονηροί, οὐκ ἂν μεταβά- λοιμεν τοῖς αἰκισμοῖς, τῶν δ’ ἐλευθέρων καὶ φρόνημα παρὰ τῆς εὐγενείας ἐχόντων δεσπότης ἦν ἀκριβέστερος Σωκράτης ἢ τῶν ἀργυρωνήτων ὑμεῖς; 148. Κριτίας ἐλύπησε τὸν δῆμον. καὶ γὰρ Σω- κράτην. ὑμᾶς ἀφείλετο τὴν |παρρησίαν. καὶ γὰρ ἐκεῖνον τὰς εἰωθυίας συνουσίας. ἆρ’ οὖν ὑμῖν, εἰ μαθητὴς ἀκριβῶς ἦν Σωκράτους καὶ τῶν ἐκείνου καὶ λόγων καὶ τρόπων λίαν ἐπιθυμητής, τοιούτους <ἂν> ἀποδοῦναι δοκεῖ τῷ διδασκάλῳ τοὺς μισθοὺς καὶ παρ- ἑλέσθαι τοῦ βίου τὴν τάξιν ἐν ᾗ τοσοῦτον ἐβεβιώκει χρόνον, καὶ ὁ μὲν κακῶς λέγειν τὴν ἀρχήν, ὁ δ’ οἷς μάλιστα λυπήσειν ἔμελλεν ἐπιτάττειν, ἀλλ’ οὐκ ἂν ὁ μὲν τὴν ὠμότητα θαυμάζειν, εἴπερ ταύτην ἐδίδασκεν, ὁ δ’ ἀντιτιμᾶν τοὺς παρασκευάσαντας;