Ancient Greek · ~5 min
Chapter 149
Libanius, Declamatio I 149
Not analysed yet
τούς γέ τοι παιδοτρίβας ἴσμεν ἐν τοῖς στεφάνοις τῶν ἀθλητῶν οὔτ’ ἀχθομένους πρὸς αὐτοὺς οὔθ’ ὑβριζομένους ὑπ’ αὐτῶν, ἀλλ’ ἄμφω συνηδομένους ἀλλήλοις, Σωκράτης δὲ οὕτως ἦν ἆτ’ ὀπὸς, ὥσθ’ ὁρῶν αὑτοῦ τὴν σπουδὴν τετελεσμένην καὶ τοὺς νόμους ἀσθενεῖς καὶ τὸν δῆμον οὐδαμοῦ καὶ Κριτίαν τύραννον ἔψεγεν ἀρχὴν ἢν ἀποῦσαν ἐζήτει, καὶ κινδυνεύειν ᾑρεῖτο μᾶλλον ἢ τοῖς ἐκείνῳ δοκοῦσιν ὑπηρετεῖν; 150. Σὺ δ’ Ἀλκιβιάδην μὲν καὶ Κριτίαν λέγεις, πολλοὺς δὲ χρηστοὺς παραλείπεις, ὧν, εἰ καὶ τῶν κοι- νῶν ἀφεστᾶσιν, ἔστιν ὅμως ἄγασθαι τὸν τρόπον, ἐπεὶ κἀν τοῖς ἰδίοις γένοιτ’ ἂν ἀπόδειξις ἀρετῆς. τί γὰρ ἂν σὺ καταγνοίης Πλάτωνος; τί δ’ ἂν Κρίτωνος; τί δ’ Αἰσχίνου; τί Χαιρεφῶντος; τί μυρίων ἑτέρων; ποίας οὗτοι φιλίας προὔδοσαν; ποίοις πολεμίοις συνεύξαντο; τίνας νόμους ἀνεῖλον; τίνας τυράννους |κατέ- στησαν; ἢ τὰ ἔπη μὲν συνείλοχας οἷς ἤλπισας ἐξαπα- τήσειν, ἃ δ’ ἀφιστάμενος τῶν ποιητῶν διελέγετο Σω- κράτης ὑπερπεπήδηκας; οὐχ ὑπὲρ ἐγκρατείας πρὸς Ἀρίστιππον διείλεκται πείθων μὴ δουλεύειν τῇ γαστρί; οὐ Λαμπροκλεῖ μητρὸς ἀμελοῦντι διδάσκων ἡλίκα χρέα γονεῦσιν ὀφείλομεν; τέ κάλλιον ὧν ὑπὲρ διαλλαγῶν πρὸς Χαιρεκράτην καὶ τὸν ἀδελφὸν διεξῆλθε; τί βέλτιον ὧν περὶ φίλων πρὸς Ἀντισθένην;