Ancient Greek · ~2 min
Chapter 151
Libanius, Declamatio I 151
Not analysed yet
ἀλλὰ μὴν Γλαύκωνά τε τὸν Ἀρίστωνος καὶ τὸν Γλαύκωνος Χαρ- μίδην, τὸν μὲν ἐπεγείρας δημηγορεῖν ὀκνοῦντα, τὸν δ’ ἐπισχὼν οὔπω δυνάμενον ὠφελεῖν, ἐξ ἀμφοτέρων εὔνουν πολίτην ἔδειξεν. ἤκουσε καὶ Περικλῆς ὁ Περι- κλέους τῶν ἐπὶ στρατηγίαν παρακαλούντων λόγων. καὶ τί δεῖ καθ’ ἕκαστον ἐξαριθμεῖν; εἰ γὰρ ἐθέλοιμι καλέ- σαι τοὺς περὶ δικαιοσύνης, τοὺς περὶ σωφροσύνης, τοὺς ὑπὲρ ἀνδρίας, τοὺς ὑπὲρ πρᾳότητος, τοὺς περὶ μαντικῆς καὶ τῶν ἄλλων ἀκηκοότας ἀγαθῶν, πᾶσαν ἂν πλὴν τῶν τούτοις ἐοικότων καλοίην τὴν πόλιν, οὐχ ὧς οὐχὶ καὶ τούτων ἀκηκοότων, ἀλλ’, οἶμαι, ψεύσονται καὶ τοὐναντίον ἐροῦσιν.