Ancient Greek · ~3 min
Chapter 16
Libanius, Declamatio I 16
Not analysed yet
τὸ μὲν οὖν τὴν τοῦ οὐρανοῦ διερευ- νᾶσθαι φύσιν καὶ τὸν ἥλιον ὅ τι ποτέ ἐστι σκοπεῖν καὶ περὶ τῆς σελήνης ἀνευρίσκειν λόγους καὶ πόθεν ἀστραπαὶ καὶ τί τὸ βροντᾶν ποιοῦν, τὴν μὲν περὶ ταῦτα διατριβὴν ἔφυγε νομίζων μάταιον ἅπασαν μάθη- σιν ἀφ’ ἧς οὐδὲν ἂν ἔργον τοῖς ἐπισταμένοις γένοιτο· ἐπὶ δὲ τὸ ζητεῖν τὸ δίκαιον καὶ τίνα χρὴ νομίζειν ἀνδρεῖον καὶ τίς εἰκότως ἂν καλοῖτο σοφός, ὃ μέγιστον τῶν ἀγαθῶν καὶ οἴκῳ καὶ πόλει καὶ πᾶσιν ἔθνεσιν, ἐπὶ ταῦτα ὥρμησε καὶ τούτοις ἐνέμεινε διδάσκαλον μὲν αὑτὸν οὐδενὸς οὐδαμοῦ προσειπὼν οὐδὲ ἀργύριον πραξάμενος, ὧς ὁ μιαρὸς σοφιστής, ἐν δὲ τῷ τοῖς |πλησιάζουσι συνεξετάζειν τὴν ἑκάστου πράγματος φύσιν τὸν βίον ποριζόμενος.