Ancient Greek · ~5 min
Chapter 152
Libanius, Declamatio I 152
Not analysed yet
οὐ μὴν ὑμῶν γε, ὦ ἄνδρες, τἀληθὲς οὐδεὶς ἐξαρνήσεται οὐδὲ πείσει καταψηφίσασθαι Σωκράτους, ὅτι Θησεὺς μὲν συνῴκισε τὴν πόλιν καὶ τὴν ἀρχὴν ἣν εἶχεν ἀφῆκε, Σόλων δὲ Σαλαμῖνά τε προσηγάγετο καὶ χρεῶν ἀποκοπὰς εἰσηγάγετο καὶ ταῦτα πέντε ταλάντων ὀφειλομένων αὐτῷ. ταυτὶ γάρ, ὦ Ἀθηναῖοι, τοῖς μὲν πεποιηκόσι δόξαν ἂν εἰκότως φέ- ροι, τοὺς δὲ ἄλλους οὐκ ἂν δικαίως ἀποκτείναι. εἰ γὰρ τοὺς <ἢ> μὴ συνοικίζοντας τὴν πόλιν τήν γε συνῳκισμέ- νῆν ἢ μὴ Σαλαμῖνα κτωμένους τήν γε ἡμετέραν οὖσαν ἀποθνήσκειν δέοι καὶ ὅλως τοὺς ἢ μὴ γράφοντας νό- μους ἢ μὴ στρατηγοῦντας, ἐπιλείψει τὸ κώνειον ὑμᾶς. ἔχει Θησεὺς τὰς προσηκούσας τιμάς, ὧς δηλοῖ τὸ Θησεῖον, ἔστηκεν ἐν ἀγορᾷ χαλκοῦς ὁ Σόλων, τὸ δ’ ἀποθνήσκειν τινὰς Ἀθηναίων διὰ τὰς ἐκείνων εὐεργε- σίας οὐκ οἶδ’ ἥν τινα ἂν ἔχοι τοῖς ἀνδράσιν ἐκείνοις τίμην. 153. Λεγέτω τοίνυν τὴν πρὸς τοὺς σοφιστὰς ὑμῶν ὀργήν, τὸν Ἀναξαγόραν, τὸν Πρωταγόραν, τὸν Διαγό- 15 ’ρᾶν. δώσει γάρ μοι πάλιν ἐρωτᾶν· πῶς οὖν οὐ τῆς αὐτῆς ἀπέλαυσε Σωκράτης, εἴπερ οἷς ὁ δῆμος ὠργίζετο προσόμοιος ἦν; χρῆν γὰρ αὐτὸν ταὐτὰ ἐπιτηδεύοντα τοῖς αὐτοῖς κεκολάσθαι. εἰ μὲν γὰρ οὐδεὶς σοφιστὴς ἔδωκε δίκην, ῥᾳθυμία τοῦτ’ ἂν ἦν περὶ τοὺς θεοὺς τῆς πόλεως, ὑφ’ ἧς ἂν ἔφη τις καὶ τοῦτον δια- λαθεῖν· ὄντων δὲ πρὸς οὓς ἔσχετε πικρῶς ὁ μὴ τοιού- τῶν ὑμῶν πεπειραμένος δέδεικται καθαρεύων τῆς κατ’ ἐκείνων αἰτίας.