Ancient Greek · ~4 min
Chapter 154
Libanius, Declamatio I 154
Not analysed yet
Ἀναξαγόρας ἐδέθη δικαίως ἀσε- βῶν περὶ ἡλίου τε καὶ σελήνης. Πρωταγόραν ἐξεκηρύ- ξατε καλῶς καὶ προσηκόντως ζητοῦντα περὶ θεῶν εἴτ’ εἰσὶν εἴτ’ οὐκ εἰσί. τῷ τὸν Διαγόραν ἀποκτενοῦντι μισθὸν ὑπέσχεσθε σωφρονοῦντες. |τὴν γὰρ Ἐλευ- σίνα καὶ τὰς ἀρρήτους ἐκωμῴδει τελετάς. Σωκράτους δὲ τίς εἰπεῖν ἔχει βιβλίον, τίς δὲ ῥῆμα περὶ τῶν θεῶν ἐναντίον νόμοις; οὐ δυνάμενος δ’, Ἄνυτε, δεῖξαι, κἂν μυρίους λέγης σοφιστὰς ἀπολωλότας, οὔπω Σωκράτην ἐλέγχεις. οὐ γὰρ ἡ τῶν ἠδικηκότων τιμωρία τῶν ἀνα- μαρτήτων πονηρία γένοιτ’ ἄν. 155. Καὶ διεξῄει τοὺς τοῖς σοφισταῖς οὐ συγγενο- μένους ὧς ἀγαθοὺς ἄνδρας γεγενημένους, τὸν Μιλτι- άδην, τὸν Θεμιστοκλέα, τὸν Ἀριστείδην, οὐκ ἐνθυμη- θείς, ὧς ὁ μὲν Μιλτιάδης δεδεμένος ἀπέθνησκεν, ὁ δὲ μέγας ἐν τῇ ναυμαχίᾳ Θεμιστοκλῆς ἔφευγε. καί- τοι ταῦτα, Ἄνυτε, τίνος ἐστὶν καὶ καλο- κἀγαθίας; καὶ μὴν οὐ τούτων γε αἰ τιμωρίαι, ἀλλ᾿ ἀδικίας καὶ πονηρίας. ποῦ τοίνυν τοῦ μὴ σοφισταῖς ὡμιληκέναι τὸ κέρδος; ἀλλ’ οἱ μὲν ἦσαν βέλτιστοι, πονηρὸς δὲ ὁ δῆμος; ὑπὸ ποίου σοφιστοῦ διεφθαρ- μένος;