Ancient Greek · ~6 min
Chapter 156
Libanius, Declamatio I 156
Not analysed yet
καὶ μὴν οἱ μὲν ἄμοιροι τῆς τῶν σοφιστῶν συνουσίας εἰς τοῦτο ἦλθον κακῶν, ὁ δὲ Ἀναξαγόρου μαθητής, ὁ Ξανθίππου Περικλῆς, ἄνευ τοῦ πλεῖστον ἐν τῇ πόλει δυνηθῆναι καὶ τῇ τοῦ Δῖός προσηγορίᾳ κοσμηθῆναι καὶ ταῖς τιμαῖς |ἐντελευτῆσαι καὶ ὅτε δὴ χαλεπῶν ἔτυχε τῶν πολιτῶν, ὀξέως ὑπὸ τοῦ δήμου πρὸς τὰ καλλίω κεκλῆσθαι τοῦτον αὐτὸν τὸν διδάσκαλον δεδεμένον ἐξῃτήσατο καὶ διέσωσεν. οὕτως ἠξίου τὸν Περικλέα μηδενὸς ὧν ἐπαγγείλειεν ἀτυχεῖν. καίτοι τὰς τηλικαύτας δωρεὰς οὐ τοῖς φαύλοις διδόναι νόμος, ἀλλ’ οἷς ἀνάκειται τῶν κοινῶν ἡ φυλακή. οὐκοῦν ἄνδρα σπουδαῖον ἡγοῦντο τὸν ὁμολογοῦντα συγγεγονέναι τῷ σοφιστῇ καὶ δι’ αὐτό γε τοῦτο βοη- θοῦντα, διότι συγγένοιτο. 157. Δάμων δέ, εἰ μὲν ἠδίκει, καλῶς ἐκβέβληται· εἰ δ’ ἐσυκοφαντεῖτο, κρεῖττον ἦν μηδ’ ἐκεῖνον τοῦτο παθεῖν ἢ δι’ ἐκεῖνον καὶ Σωκράτην. καίτοι φησὶν ἐπ’ ἐλάττοσιν αἰτίαις ἐξελαθῆναι τὸν Δάμωνα, ἔτι δὲ μηδὲ ὑπὸ τῶν ἐχθρῶν αἰτίαν τοῦ καταλύειν τὸν δῆμον λαβεῖν, ὥσπερ τὸν νυνὶ κρινόμενον. ἔστι δὲ τοῦτο μὲν τεκμήριον τοῦ μετριωτέρων ἐκεῖνον ἐχθρῶν τυχεῖν, κωλύει δὲ οὐδὲν ἐλάττω τε δικαίως αἰτιαθῆναι καὶ μείζω μὴ προσηκόντως. 158. Ἀλλὰ γὰρ τίς οὐκ ἂν στενάξειε Βίαντος κακῶς ἀκούοντος, τοῦ Σόλωνος ἑταίρου, <τοῦ> φίλου τῷ Πυθίῳ, τοῦ πάντας ἀνθρώπους ἐκ Δελφῶν νου- θετοῦντος, καὶ μετὰ Βίαντος πολλῶν ἑτέρων δι’ οὓς σεμνὴ γέγονεν ἡ Ἰωνία; οὐ διὰ Μέλισσον καὶ Θαλῆν καὶ Πυθαγόραν ἤρχθησάν τε καὶ ἐστασίασαν οἱ τὰς πόλεις ἔχοντες, ἀλλ’ αἶ μὲν στάσεις κοινὸν τῆς ἀνθρω- πείας φύσεως νόσημα, τὸ Ι δ’ ὑπακούειν ἐκ τοῦ βασιλείαν σφίσιν ἐφορμεῖν μεγάλην συνέβη, τὴν δὲ Περσῶν ἰσχὺν οὐ Πυθαγόρας οὐδὲ Μέλισσος, ἀλλὰ Κῦρος Κροῖσον καθελὼν ἐποίησε καὶ μετ’ ἐκεῖνον Δαρεῖος.