Ancient Greek · ~1 min
Chapter 159
Libanius, Declamatio I 159
Not analysed yet
ἐπεὶ ὅτι ταῦτά γε οὐκ ἐνιᾶσιν οἱ σοφι- σταὶ οὐδ’ ἀγαπῶσιν εἰ ἔστι, μαρτυροῦσι Λακεδαιμόνιοι καὶ στασιάσαντες ἐφ’ ὅσον οὐχ ἕτεροι χρόνον καὶ τὴν τῶν ἀρχομένων τάξιν μεταλαβόντες, οὐκ ἐπειδὴ σοφι- σταῖς ἀνέῳξαν τὴν Σπάρτην, ἀλλ’ ὅτι Παυσανίας ἀσελγὴς ἦν καὶ βαρὺς καὶ τοῖς Ἕλλησιν οὐ φορητὸς ὁ μηδεπώποτε σοφιστὴν ἰδών.