Ancient Greek · ~4 min
Chapter 160
Libanius, Declamatio I 160
Not analysed yet
οὓς δὴ καὶ περὶ Θρασυβούλου καὶ Κόνωνος, ὅτι Θρασύβουλος μὲν καὶ Κόνων ἤστην ἂν ἀμείνους περὶ λόγους δια- τρίψαντες, Κριτίας δὲ καὶ Ἀλκιβιάδης πολὺ φαυλο- τέρω μηδ’ ἁψαμένω. τοὺς μὲν γὰρ ἴσως τι οὐκ ἐχα- λίνωσαν ,<ἄν> οἱ δ’ ἂν ἦσαν χαριέστεροι. 161. Περὶ μὲν οὖν τούτων ἀποχρώντως εἴρηται, πάνυ δὲ ἀνδρῶν ἔργον ἀγαθῶν ἐποιεῖτε, ἡνίκα ὑμῖν ἐνέπεσεν <ὀργή> ,ὅτι Μέλητος ἢ οὗτος Ἄνυτος τὸν Σωκράτην διδάσκει τὰ δίκαια. καὶ δεῖ μὲν οὐδὲν ἴσως λόγων πρός γε τοὺς οὕτω διατεθέντας, ὅμως δὲ ἐρῶ καὶ περὶ τοῦδε. 162. Τί σοι τὸν ἄνθρωπον ἐβούλου ποιεῖν; θεοὺς θεραπεύειν ὥσπερ ἡ πόλις; οὕτω τεθεράπευκεν ἐν τοῖς ἀπάντων ὀφθαλμοῖς. γονεῖς εὖ |ποιεῖν; καὶ τοὺς ἄλλους ἐπὶ τοῦτο ἤγαγε. μηδένα ἀδικεῖν; περὶ πάντας γέγονε δίκαιος. ἀρχόντων ἀκούειν; πότ’ οὖν ὑπερεφρόνησε; τοῖς νόμοις πείθεσθαι; παραβέβηκεν οὐδένα. τῶν οἰκείων ἐπιμελεῖσθαι; καὶ τῶν ἔξω τοῦ γένους ἐφρόντισε.