Ancient Greek · ~2 min
Chapter 17
Libanius, Declamatio I 17
Not analysed yet
καὶ ταῦτα ἔπραττεν οὐ πολλῶν κεκληρονομηκὼς ταλάντων οὐδὲ τῆς ἔνδον αὐτῷ περιουσίας παρεχούσης ἐπ’ ἐκεῖνα σχολήν. ὀγδοή- κοντα γάρ, ὦ ἄνδρες, μνᾶς αὐτῷ τοῦ πατρός, ἡνίκα ἐτελεύτα, παραδόντος καὶ ταύτας ἡλικιώτου τινὸς ἐπ’ ἐργασίᾳ λαβόντος ἔπειτα περὶ τὴν ἐργασίαν ἀτυχήσαν- τος σιγῇ τὸ συμβὰν ἤνεγκεν ὁ Σωκράτης. καὶ μᾶλλον ἄν τις τῶν μὴ προεμένων τὸ ἀργύριον ἐμνήσθη περὶ τούτου ἤ αὐτὸς ὁ δεδωκώς. λοιπὸν οὖν ἦν ζῆν ἐν ἀμυ- θήτῳ πενίᾳ.