Ancient Greek · ~4 min
Chapter 163
Libanius, Declamatio I 163
Not analysed yet
τί οὖν ἃ ποιῶν τε γεγήρακε καὶ τοὺς ἄλλους ποιεῖν ἀξιῶν, ταῦθ’ ὡς ἀγνοοῦντα διδάσκεις; ὥσπερ ἂν εἴ τις Μέλητον διδάσκοι, πῶς ἄν [τις] τεχνικῶς συκοφαντοίη. μεθ’ οὗ κατηγορῶν, ὦ πάν- των ἀναιδέστατε, σὺ τολμᾷς καλεῖν Σωκράτην τυραν- νικόν; πόθεν ἐλπίσας εἶναι πιθανός; ἐκ τῆς ἀπονοίας; ἐκ τοῦ θράσους; ἀπὸ τοῦ χρημάτων ἐρᾶν; ἀπὸ δεί- πνων πολυτελῶν; ἀπὸ τῆς ἐσθῆτος; ἀπὸ τῶν ἀκολού- θῶν; εἰ γάρ τις ἄλλοθεν ἐπελθὼν καὶ μικρὸν χρόνον ἐνδιατρίψας καὶ κρίνων ἑκάστου τὴν γνώμην οἶς ἐώρα παραγόμενος εἰς τὸν δῆμον ἠναγκάζετο λέγειν, ὅν ἡγοῖτο δημοτικώτατον, οὐκ ἂν ὑμῖν δοκεῖ Σωκράτει δοῦναι τὴν ψῆφον, ὅν ἐώρα κρείττω μὲν πλούτου, κρείττω δὲ ἡδονῶν, περὶ δὲ τοῦ τῆς Ἀσίας δεσπότου μὴ συγχωροῦντα εὐθύς, ὡς εὐδαίμων εἴη; καὶ τί ποτ’ ἂν οἴοιτο τὰς μικρὰς τυραννίδας ὁ τὴν οὕτω λαμπρὰν οὔπω νομίζων εὐδαιμονίαν; πῶς δ’ ἂν ἐπεθύμησε πολι- τείας ᾗ τὸ μηδένα παιδείᾳ προσέχειν λυσιτελεῖ;