Ancient Greek · ~1 min
Chapter 164
Libanius, Declamatio I 164
Not analysed yet
καὶ τί δεῖ μακρολογεῖν ἐξὸν ἐναργεστέροις καὶ σαφε- στέροις ἐπιδεῖξαι σημείοις, ὡς οὐκ ἐπαινεῖ τὰς δυνα- στείας; τοῦτον γάρ, ὦ Ἀθηναῖοι, πολλοὶ τῶν τυράννων ἐπεθύμησαν ἰδεῖν πολλῶν παρ’ αὐτοῖς ἐκπεπληγμένων τὴν ἀρετὴν Σωκράτους νομίζοντες πρέπειν ταῖς ἐξου- σίαις αὑτῶν καὶ ταύτην τὴν |θέαν.