Ancient Greek · ~3 min
Chapter 165
Libanius, Declamatio I 165
Not analysed yet
καὶ διὰ τοῦτο ἐκάλει μὲν [ὁ] Εὐρύλοχος ὁ Λαρισαῖος, ἐκάλει δὲ Σκόπας ὁ Κρανώνιος, οὐχ ἤκιστα δὲ ὁ Μα- κεδόνων ἄρχων Ἀρχέλαος, δεόμενοι, πέμποντες τοὺς ἄξοντας, ἐπιστέλλοντες, ὑπισχνούμενοι. πῶς οὖν ὁ τοὺς νέους ἐθίζων ὑπερορᾶν τῶν νόμων; αὐτῶν ἔδει μὲν τῶν ἐπιστολῶν, ἐν ἐκείναις τὸν ἄνθρωπον κάλλιστα ἂν εἴδετε, μᾶλλον δέ, τί δεῖ γραμμάτων τοῦ πράγματος αὐτοῦ βοῶντος; τριῶν γάρ, ὦ ἄνδρες, κατ’ ἐγέλασε τυ- ράννων καὶ δώρων τῶν παρ’ ἐκείνων καὶ τρυφῆς καὶ ποικίλων ἡδονῶν αἰσχυνόμενος τοὔδαφος τῶν Ἀθη- ναίων καὶ τοὺς νόμους καθ’ οὓς αὐτός τε ἐγένετο τῷ πατρὶ καὶ παῖδας ἐποιήσατο νομίζων οὐκ εἶναι τῆς αὑτοῦ φύσεως οὔτε θεραπεύειν τύραννον οὔτε εὐ πάσχειν ὑπὸ τυράννου.