Ancient Greek · ~4 min
Chapter 166
Libanius, Declamatio I 166
Not analysed yet
οὐ τοίνυν ὡς καλοῦντες διήμαρτον, ἀφίσταντο τῆς πείρας, ἀλλ’ ἀκούοντες ἀνά- λωτον εἶναι χρήμασιν οἴκοι καθημένῳ προὔτεινον. ὁ δ’ οὐ μετριώτερον ἡγούμενος τοῦ βαδίζειν ἐκεῖσε ἐκεῖθεν τὸ κερδαίνειν διεώσατο καὶ δυνάμενος εὐπο- ρεῖν τούτων μᾶλλον οἶς ἀπὸ τοῦ συκοφαντεῖν ἡ πρόσ- ὀδὸς ἔμεινεν ἐπὶ τῆς πενίας ἡδέως οὐδ’ ἂν Θεττα- λίαν ὅλην, εἴ τις ἐδίδου, λαβών. 167. Τοῦτον οὖν ἀποκτενεῖτε καὶ διὰ τοὺς Ἀνύτου λόγους ὑπερόψεσθε τοὺς ὅρκους; οὐ δείσετε τὴν ὀργὴν τῶν θεῶν; οὐ πρὸς τὰ ἔργα βλέψετε τὰς βλασφημίας ἀφέντες 5 οὐκ ἐγκαλέσετε |τοῖς ποιηταῖς ἀντὶ τῶν 16 ἐλεγχόντων; αὐτὸς μὲν Σωκράτης οὐ δεινὸν ἡγεῖται τὸ τεθνάναι, ταῦτα γὰρ αὐτὸν φιλοσοφία πέπει- κεν, ὡς ἐκεῖ τῆς ἀρετῆς κομιούμενον τὰ ἆθλα, ὡς ἕξοντα κἀκεῖ θεοὺς δεσπότας, ὡς ἐντευξόμενον αὐτόθι 20 τοῖς ποιηταῖς, ὡς ἐρησόμενον· ὑμεῖς δὲ μὴ σκοπεῖτε, τί τῷδε κοῦφον, ἀλλὰ τί τοῖς νόμοις συμβαῖνον. οὐ γὰρ κατὰ τὴν Σωκράτους ἐπιθυμίαν ὀμωμόκατε ψηφι- εῖσθαι, κατὰ δὲ τοὺς νόμους τοὺς κειμένους, ὧν οὐδεὶς κωλύει μεμνῆσθαι ποιητῶν.